Thesauros Literature lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
6 Ἁγησία, τὶν δʼ αἶνος ἑτοῖμος, ὃν ἐν δίκᾳ
6 ἀπὸ γλώσσας Ἄδραστος μάντιν Οἰκλείδαν ποτʼ ἐς Ἀμφιάρηον
6 φθέγξατʼ, ἐπεὶ κατὰ γαῖʼ αὐτόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν.
6 ἑπτὰ δʼ ἔπειτα πυρᾶν νεκρῶν τελεσθεισᾶν Ταλαϊονίδας
6 εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος· ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς,
6 ἀμφότερον μάντιν τʼ ἀγαθὸν καὶ δουρὶ μάρνασθαι. τὸ καὶ
6 ἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ.
6 οὔτε δύσηρις ἐὼν οὔτʼ ὦν φιλόνικος ἄγαν,
6 καὶ μέγαν ὅρκον ὀμόσσαις τοῦτό γέ οἱ σαφέως
6 μαρτυρήσω· μελίφθογγοι δʼ ἐπιτρέψοντι Μοῖσαι.
6 ὦ Φίντις, ἀλλὰ ζεῦξον ἤδη μοι σθένος ἡμιόνων,
6 ᾇ τάχος, ὄφρα κελεύθῳ τʼ ἐν καθαρᾷ
6 βάσομεν ὄκχον, ἵκωμαί τε πρὸς ἀνδρῶν
6 καὶ γένος· κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι
6 ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ
6 ἐπεὶ δέξαντο· χρὴ τοίνυν πύλας ὕμνων ἀναπίτναμεν αὐταῖς·
6 πρός Πιτάναν δὲ παρʼ Εὐρώτα πόρον δεῖ σάμερόν μʼ ἐλθεῖν ἐν ὥρᾳ·
6 ἅ τοι Ποσειδάωνι μιχθεῖσα Κρονίῳ λέγεται
6 παῖδα ἰόπλοκον Εὐάδναν τεκέμεν.
6 κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις·
6 κυρίῳ δʼ ἐν μηνὶ πέμποισʼ ἀμφιπόλους ἐκέλευσεν
6 ἥρωι πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος,
6 ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ λάχε τʼ Ἀλφεὸν οἰκεῖν·
6 ἔνθα τραφεῖσʼ ὑπʼ Ἀπόλλωνι γλυκείας πρῶτον ἔψαυσʼ Ἀφροδίτας.
6 οὐδʼ ἔλαθʼ Αἴπυτον ἐν παντὶ χρόνῳ κλέπτοισα θεοῖο γόνον.
6 ἀλλʼ ὁ μὲν Πυθώναδʼ, ἐν θυμῷ πιέσαις χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ,
6 ᾤχετʼ ἰὼν μαντευσόμενος ταύτας περʼ ἀτλάτου πάθας.
6 ἁ δὲ φοινικόκροκον ζώναν καταθηκαμένα
6 κάλπιδά τʼ ἀργυρέαν, λόχμας ὑπὸ κυανέας
6 τίκτε θεόφρονα κοῦρον. τᾷ μὲν ὁ Χρυσοκόμας

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme