Thesauros Literature lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
6 ὄλβος ἅμʼ ἕσπετο· τιμῶντες δʼ ἀρετὰς
6 ἐς φανερὰν ὁδὸν ἔρχονται. τεκμαίρει
6 χρῆμʼ ἕκαστον· μῶμος ἐξ ἄλλων κρέμαται φθονεόντων
6 τοῖς, οἷς ποτε πρώτοις περὶ δωδέκατον δρόμον
6 ἐλαυνόντεσσιν αἰδοία ποτιστάξῃ Χάρις εὐκλέα μορφάν.
6 εἰ δʼ ἐτύμως ὑπὸ Κυλλάνας ὅροις, Ἁγησία, μάτρωες ἄνδρες
6 ναιετάοντες ἐδώρησαν θεῶν κάρυκα λιταῖς θυσίαις
6 πολλὰ δὴ πολλαῖσιν Ἑρμᾶν εὐσεβέως, ὃς ἀγῶνας ἔχει μοῖράν τʼ ἀέθλων
6 Ἀρκαδίαν τʼ εὐάνορα τιμᾷ· κεῖνος, ὦ παῖ Σωστράτου,
6 σὺν βαρυγδούπῳ πατρὶ κραίνει σέθεν εὐτυχίαν.
6 δόξαν ἔχω τινʼ ἐπὶ γλώσσᾳ ἀκόνας λιγυρᾶς,
6 ἅ μʼ ἐθέλοντα προσέρπει καλλιρόοισι πνοαῖς·
6 ματρομάτωρ ἐμὰ Στυμφαλίς, εὐανθὴς Μετώπα,
6 πλάξιππον ἃ Θήβαν ἔτικτεν, τᾶς ἐρατεινὸν ὕδωρ
6 πίομαι, ἀνδράσιν αἰχματαῖσι πλέκων
6 ποικίλον ὕμνον. ὄτρυνον νῦν ἑταίρους,
6 Αἰνέα, πρῶτον μὲν Ἥραν Παρθενίαν κελαδῆσαι,
6 γνῶναί τʼ ἔπειτʼ, ἀρχαῖον ὄνειδος ἀλαθέσιν
6 λόγοις εἰ φεύγομεν, Βοιωτίαν ὗν. ἐσσὶ γὰρ ἄγγελος ὀρθός,
6 ἠϋκόμων σκυτάλα Μοισᾶν, γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδᾶν·
6 εἰπὸν δὲ μεμνᾶσθαι Συρακοσσᾶν τε καὶ Ὀρτυγίας·
6 τὰν Ἱέρων καθαρῷ σκάπτῳ διέπων,
6 ἄρτια μηδόμενος, φοινικόπεζαν
6 ἀμφέπει Δάματρα, λευκίππου τε θυγατρὸς ἑορτάν,
6 καὶ Ζηνὸς Αἰτναίου κράτος. ἁδύλογοι δέ νιν
6 λύραι μολπαί τε γιγνώσκοντι. μὴ θράσσοι χρόνος ὄλβον ἐφέρπων.
6 σὺν δὲ φιλοφροσύναις εὐηράτοις Ἁγησία δέξαιτο κῶμον
6 οἴκοθεν οἴκαδʼ ἀπὸ Στυμφαλίων τειχέων ποτινισσόμενον,
6 ματέρʼ εὐμήλοιο λείποντʼ Ἀρκαδίας. ἀγαθαὶ δὲ πέλοντʼ ἐν χειμερίᾳ
6 νυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμφθαι δύʼ ἄγκυραι. θεὸς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme