Thesauros Literature lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
7 ὅ τι νῦν ἐν καὶ τελευτᾷ φέρτατον ἀνδρὶ τυχεῖν.
7 καὶ γὰρ Ἀλκμήνας κασίγνητον νόθον
7 σκάπτῳ θένων
7 σκληρᾶς ἐλαίας ἔκτανʼ ἐν Τίρυνθι Λικύμνιον ἐλθόντʼ ἐκ θαλάμων Μιδέας
7 τᾶσδέ ποτε χθονὸς οἰκιστὴρ χολωθείς. αἱ δὲ φρενῶν ταραχαὶ
7 παρέπλαγξαν καὶ σοφόν. μαντεύσατο δʼ ἐς θεὸν ἐλθών.
7 τῷ μὲν ὁ Χρυσοκόμας εὐώδεος ἐξ ἀδύτου ναῶν πλόον
7 εἶπε Λερναίας ἀπʼ ἀκτᾶς εὐθὺν ἐς ἀμφιθάλασσον νομόν,
7 ἔνθα ποτὲ βρέχε θεῶν βασιλεὺς ὁ μέγας χρυσέαις νιφάδεσσι πόλιν,
7 ἁνίχʼ Ἁφαίστου τέχναισιν
7 χαλκελάτῳ πελέκει πατέρος Αθαναία κορυφὰν κατʼ ἄκραν
7 ἀνορούσαισʼ ἀλάλαξεν ὑπερμάκει βοᾷ·
7 Οὐρανὸς δʼ ἔφριξέ νιν καὶ Γαῖα μάτηρ.
7 τότε καὶ φαυσίμβροτος δαίμων Ὑπεριονίδας
7 μέλλον ἔντειλεν φυλάξασθαι χρέος
7 παισὶν φίλοις,
7 ὡς ἂν θεᾷ πρῶτοι κτίσαιεν βωμὸν ἐναργέα, καὶ σεμνὰν θυσίαν θέμενοι
7 πατρί τε θυμὸν ἰάναιεν κόρᾳ τʼ ἐγχειβρόμῳ. ἐν δʼ ἀρετὰν
7 ἔβαλεν καὶ χάρματʼ ἀνθρώποισι Προμαθέος Αἰδώς·
7 ἐπὶ μὰν βαίνει τε καὶ λάθας ἀτέκμαρτα νέφος,
7 καὶ παρέλκει πραγμάτων ὀρθὰν ὁδὸν
7 ἔξω φρενῶν.
7 καὶ τοὶ γὰρ αἰθοίσας ἔχοντες σπέρμʼ ἀνέβαν φλογὸς οὔ· τεῦξαν δʼ ἀπύροις ἱεροῖς
7 ἄλσος ἐν ἀκροπόλει· κείνοις ὁ μὲν ξανθὰν ἀγαγὼν νεφέλαν
7 πολὺν ὗσε χρυσόν· αὐτὰ δέ σφισιν ὤπασε τέχναν
7 πᾶσαν ἐπιχθονίων Γλαυκῶπις ἀριστοπόνοις χερσὶ κρατεῖν.
7 ἔργα δὲ ζωοῖσιν ἑρπόντεσσί θʼ ὁμοῖα κέλευθοι φέρον·
7 ἦν δὲ κλέος βαθύ. δαέντι δὲ καὶ σοφία μείζων ἄδολος τελέθει.
7 φαντὶ δʼ ἀνθρώπων παλαιαὶ
7 ῥήσιες, οὔπω, ὅτε χθόνα δατέοντο Ζεύς τε καὶ ἀθάνατοι,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme