Thesauros Literature lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
7 φανερὰν ἐν πελάγει Ῥόδον ἔμμεν ποντίῳ,
7 ἁλμυροῖς δʼ ἐν βένθεσιν νᾶσον κεκρύφθαι.
7 ἀπεόντος δʼ οὔτις ἔνδειξεν λάχος Ἀελίου·
7 καί ῥά μιν χώρας ἀκλάρωτον λίπον,
7 ἁγνὸν θεόν.
7 μνασθέντι δὲ Ζεὺς ἄμπαλον μέλλεν θέμεν. ἀλλά νιν οὐκ εἴασεν· ἐπεὶ πολιᾶς
7 εἶπέ τινʼ αὐτὸς ὁρᾶν ἔνδον θαλάσσας αὐξομέναν πεδόθεν
7 πολύβοσκον γαῖαν ἀνθρώποισι καὶ εὔφρονα μήλοις.
7 ἐκέλευσεν δʼ αὐτίκα χρυσάμπυκα μὲν Λάχεσιν
7 χεῖρας ἀντεῖναι, θεῶν δʼ ὅρκον μέγαν
7 μὴ παρφάμεν,
7 ἀλλὰ Κρόνου σὺν παιδὶ νεῦσαι, φαεννὸν ἐς αἰθέρα νιν πεμφθεῖσαν ἑᾷ κεφαλᾷ
7 ἐξοπίσω γέρας ἔσσεσθαι. τελεύταθεν δὲ λόγων κορυφαὶ
7 ἐν ἀλαθείᾳ πετοῖσαι. βλάστε μὲν ἐξ ἁλὸς ὑγρᾶς
7 νᾶσος, ἔχει τέ νιν ὀξειᾶν ὁ γενέθλιος ἀκτίνων πατήρ,
7 πῦρ πνεόντων ἀρχὸς ἵππων· ἔνθα Ῥόδῳ ποτὲ μιχθεὶς τέκεν
7 ἑπτὰ σοφώτατα νοήματʼ ἐπὶ προτέρων ἀνδρῶν παραδεξαμένους
7 παῖδας, ὧν εἷς μὲν Κάμειρον
7 πρεσβύτατόν τε Ἰάλυσον ἔτεκεν Λίνδον τʼ· ἀπάτερθε δʼ ἔχον,
7 διὰ γαῖαν τρίχα δασσάμενοι πατρωίαν,
7 ἀστέων μοῖραν, κέκληνται δέ σφιν ἕδραι.
7 τόθι λύτρον συμφορᾶς οἰκτρᾶς γλυκὺ Τλαπολέμῳ
7 ἵσταται Τιρυνθίων ἀρχαγέτᾳ,
7 ὥσπερ θεῷ,
7 μήλων τε κνισσάεσσα πομπὰ καὶ κρίσις ἀμφʼ ἀέθλοις. τῶν ἄνθεσι Διαγόρας
7 ἐστεφανώσατο δίς, κλεινᾷ τʼ ἐν Ἰσθμῷ τετράκις εὐτυχέων,
7 Νεμέᾳ τʼ ἄλλαν ἐπʼ ἄλλα, καὶ κρανααῖς ἐν Ἀθάναις.
7 ὅ τʼ ἐν Ἄργει χαλκὸς ἔγνω νιν, τά τʼ ἐν Ἀρκαδίᾳ
7 ἔργα καὶ Θήβαις, ἀγῶνές τʼ ἔννομοι
7 Βοιωτίων,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme