Thesauros Literature lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
7 Πέλλανά τʼ Αἴγινά τε νικῶνθʼ ἑξάκις. ἐν Μεγάροισίν τʼ οὐχ ἕτερον λιθίνα
7 ψᾶφος ἔχει λόγον. ἀλλʼ, ὦ Ζεῦ πάτερ, νώτοισιν Ἀταβυρίου
7 μεδέων, τίμα μὲν ὕμνου τεθμὸν Ὀλυμπιονίκαν,
7 ἄνδρα τε πὺξ ἀρετὰν εὑρόντα, δίδοι τέ οἱ αἰδοίαν χάριν
7 καὶ ποτʼ ἀστῶν καὶ ποτὶ ξείνων. ἐπεὶ ὕβριος ἐχθρὰν ὁδὸν
7 εὐθυπορεῖ, σάφα δαεὶς ἅ τέ οἱ πατέρων ὀρθαὶ φρένες ἐξ ἀγαθῶν
7 ἔχρεον. μὴ κρύπτε κοινὸν
7 σπέρμʼ ἀπὸ Καλλιάνακτος· Ἐρατιδᾶν τοι σὺν χαρίτεσσιν ἔχει
7 θαλίας καὶ πόλις· ἐν δὲ μιᾷ μοίρᾳ χρόνου
7 ἄλλοτʼ ἀλλοῖαι διαιθύσσοισιν αὖραι.

Olympian 8 ΑΛΚΙΜΕΔΟΝΤΙ ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗι

8 μᾶτερ ὦ χρυσοστεφάνων ἀέθλων, Οὐλυμπία,
8 δέσποινʼ ἀλαθείας· ἵνα μάντιες ἄνδρες
8 ἐμπύροις τεκμαιρόμενοι παραπειρῶνται Διὸς ἀργικεραύνου,
8 εἴ τινʼ ἔχει λόγον ἀνθρώπων πέρι
8 μαιομένων μεγάλαν
8 ἀρετὰν θυμῷ λαβεῖν,
8 τῶν δὲ μόχθων ἀμπνοάν·
8 ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς.
8 ἀλλʼ ὦ Πίσας εὔδενδρον ἐπʼ Ἀλφεῷ ἄλσος,
8 τόνδε κῶμον καὶ στεφαναφορίαν δέξαι. μέγα τοι κλέος αἰεί,
8 ᾧτινι σὸν γέρας ἕσπητʼ ἀγλαόν·
8 ἄλλα δʼ ἐπʼ ἄλλον ἔβαν
8 ἀγαθῶν, πολλαὶ δʼ ὁδοὶ
8 σὺν θεοῖς εὐπραγίας.
8 Τιμόσθενες, ὔμμε δʼ ἐκλάρωσεν πότμος
8 Ζηνὶ γενεθλίῳ· ὃς σὲ μὲν Νεμέᾳ πρόφατον,
8 Ἀλκιμέδοντα δὲ πὰρ Κρόνου λόφῳ
8 θῆκεν Ὀλυμπιονίκαν.
8 ἦν δʼ ἐσορᾶν καλός, ἔργῳ τʼ οὐ κατὰ εἶδος ἐλέγχων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme