Thesauros Literature lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
8 ἐξένεπε κρατέων πάλᾳ δολιχήρετμον Αἴγιναν πάτραν·
8 ἔνθα σώτειρα Διὸς ξενίου
8 πάρεδρος ἀσκεῖται Θέμις
8 ἔξοχʼ ἀνθρώπων. ὅ τι γὰρ πολὺ καὶ πολλᾷ ῥέπῃ,
8 ὀρθᾷ διακρίνειν φρενὶ μὴ παρὰ καιρόν,
8 δυσπαλές· τεθμὸς δέ τις ἀθανάτων καὶ τάνδʼ ἁλιερκέα χώραν
8 παντοδαποῖσιν ὑπέστασε ξένοις
8 κίονα δαιμονίαν
8 ὁ δʼ ἐπαντέλλων χρόνος
8 τοῦτο πράσσων μὴ κάμοι
8 Δωριεῖ λαῷ ταμιευομέναν ἐξ Αἰακοῦ·
8 τὸν παῖς ὁ Λατοῦς εὐρυμέδων τε Ποσειδᾶν,
8 Ἰλίῳ μέλλοντες ἐπὶ στέφανον τεῦξαι, καλέσαντο συνεργὸν
8 τείχεος, ἦν ὅτι νιν πεπρωμένον
8 ὀρνυμένων πολέμων
8 πτολιπόρθοις ἐν μάχαις
8 λάβρον ἀμπνεῦσαι καπνόν.
8 γλαυκοὶ δὲ δράκοντες, ἐπεὶ κτίσθη νέον,
8 πύργον ἐσαλλόμενοι τρεῖς, οἱ δύο μὲν κάπετον,
8 αὖθι δʼ ἀτυζομένω ψυχὰς βάλον·
8 εἷς δʼ ἀνόρουσε βοάσαις.
8 ἔννεπε δʼ ἀντίον ὁρμαίνων τέρας εὐθὺς, Ἀπόλλων·
8 Πέργαμος ἀμφὶ τεαῖς, ἥρως, χερὸς ἐργασίαι ἁλίσκεται·
8 ὣς ἐμοὶ φάσμα λέγει Κρονίδα
8 πεμφθὲν βαρυγδούπου Διός·
8 οὐκ ἄτερ παίδων σέθεν, ἀλλʼ ἅμα πρώτοις ῥάζεται
8 καὶ τερτάτοις. ὣς ἆρα θεὸς σάφα εἴπαις
8 Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας εὐίππους καὶ ἐς Ἴστρον ἐλαύνων.
8 Ὀρσοτρίαινα δʼ ἐπʼ Ἰσθμῷ ποντίᾳ
8 ἅρμα θοὸν τανύεν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme