Thesauros Literature lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
1 Χάρις δʼ, ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς,
1 ἐπιφέροισα τιμὰν καὶ ἄπιστον ἐμήσατο πιστὸν
1 ἔμμεναι τὸ πολλάκις·
1 ἁμέραι δʼ ἐπίλοιποι
1 μάρτυρες σοφώτατοι.
1 ἔστι δʼ ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά· μείων γὰρ αἰτία.
1 υἱὲ Ταντάλου, σὲ δʼ, ἀντία προτέρων, φθέγξομαι,
1 ὁπότʼ ἐκάλεσε πατὴρ τὸν εὐνομώτατον
1 ἐς ἔρανον φίλαν τε Σίπυλον,
1 ἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχων,
1 τότʼ Ἀγλαοτρίαιναν ἁρπάσαι
1 δαμέντα φρένας ἱμέρῳ χρυσέαισί τʼ ἀνʼ ἵπποις
1 ὕπατον εὐρυτίμου ποτὶ δῶμα Διὸς μεταβᾶσαι,
1 ἔνθα δευτέρῳ χρόνῳ
1 ἦλθε καὶ Γανυμήδης
1 Ζηνὶ τωὔτʼ ἐπὶ χρέος.
1 ὡς δʼ ἄφαντος ἔπελες, οὐδὲ ματρὶ πολλὰ μαιόμενοι φῶτες ἄγαγον,
1 ἔννεπε κρυφᾶ τις αὐτίκα φθονερῶν γειτόνων,
1 ὕδατος ὅτι σε πυρὶ ζέοισαν εἰς ἀκμὰν
1 μαχαίρᾳ τάμον κάτα μέλη,
1 τραπέζαισί τʼ, ἀμφὶ δεύτατα, κρεῶν
1 σέθεν διεδάσαντο καὶ φάγον.
1 ἐμοὶ δʼ ἄπορα γαστρίμαργον μακάρων τινʼ εἰπεῖν. ἀφίσταμαι.
1 ἀκέρδεια λέλογχεν θαμινὰ κακαγόρους.
1 εἰ δὲ δή τινʼ ἄνδρα θνατὸν Ὀλύμπου σκοποὶ
1 ἐτίμασαν, ἦν Τάνταλος οὗτος· ἀλλὰ γὰρ καταπέψαι
1 μέγαν ὄλβον οὐκ ἐδυνάσθη, κόρῳ δʼ ἕλεν
1 ἄταν ὑπέροπλον, ἅν οἱ πατὴρ ὑπερκρέμασε καρτερὸν αὐτῷ λίθον,
1 τὸν αἰεὶ μενοινῶν κεφαλᾶς βαλεῖν εὐφροσύνας ἀλᾶται.
1 ἔχει δʼ ἀπάλαμον βίον τοῦτον ἐμπεδόμοχθον,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme