Thesauros Literature lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
8 ἀποπέμπων Αἰακὸν
8 δεῦρʼ ἀνʼ ἵπποις χρυσέαις,
8 καὶ Κορίνθου δειράδʼ ἐποψόμενος δαιτικλυτάν.
8 τερπνὸν δʼ ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν.
8 εἰ δʼ ἐγὼ Μελησίᾳ ἐξ ἀγενείων κῦδος ἀνέδραμον ὕμνῳ,
8 μὴ βαλέτω με λίθῳ τραχεῖ φθόνος·
8 καὶ Νεμέᾳ γὰρ ὁμῶς
8 ἐρέω ταύταν χάριν,
8 τὰν δʼ ἔπειτʼ ἀνδρῶν μάχαν
8 ἐκ παγκρατίου. τὸ διδάξασθαι δέ τοι
8 εἰδότι ῥᾴτερον· ἄγνωμον δὲ τὸ μὴ προμαθεῖν·
8 κουφότεραι γὰρ ἀπειράτων φρένες.
8 κεῖνα δὲ κεῖνος ἂν εἴποι
8 ἔργα περαίτερον ἄλλων, τίς τρόπος ἄνδρα προβάσει
8 ἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν.
8 νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδων
8 νίκαν τριακοστὰν ἑλών·
8 ὃς τύχᾳ μὲν δαίμονος, ἀνορέας δʼ οὐκ ἀμπλακὼν
8 ἐν τέτρασιν παίδων ἀπεθήκατο γυίοις
8 νόστον ἔχθιστον καὶ ἀτιμοτέραν γλῶσσαν καὶ ἐπίκρυφον οἶμον,
8 πατρὶ δὲ πατρὸς ἐνέπνευσεν μένος
8 γήραος ἀντίπαλον.
8 Ἀΐδα τοι λάθεται
8 ἄρμενα πράξαις ἀνήρ.
8 ἀλλʼ ἐμὲ χρὴ μναμοσύναν ἀνεγείροντα φράσαι
8 χειρῶν ἄωτον Βλεψιάδαις ἐπίνικον,
8 ἕκτος οἷς ἤδη στέφανος περίκειται φυλλοφόρων ἀπʼ ἀγώνων.
8 ἔστι δὲ καί τι θανόντεσσιν μέρος
8 κὰν νόμον ἐρδομένων·
8 κατακρύπτει δʼ οὐ κόνις

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme