Thesauros Literature lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
8 συγγόνων κεδνὰν χάριν.
8 Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις Ἰφίων
8 Ἀγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρὸν
8 κόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει
8 ὤπασεν. ἐσλὰ δʼ ἐπʼ ἐσλοῖς
8 ἔργʼ ἐθέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι.
8 εὔχομαι ἀμφὶ καλῶν μοίρᾳ Νέμεσιν διχόβουλον μὴ θέμεν·
8 ἀλλʼ ἀπήμαντον ἄγων βίοτον
8 αὐτούς τʼ ἀέξοι καὶ πόλιν.

Olympian 9 ΕΦΑΡΜΟΣΤῼ ΟΠΟΥΝΤΙῼ ΠΑΛΑΙΣΤΗι

9 τὸ μὲν Ἀρχιλόχου μέλος
9 φωνᾶεν Ὀλυμπίᾳ, καλλίνικος ὁ τριπλόος κεχλαδώς,
9 ἄρκεσε Κρόνιον παρʼ ὄχθον ἁγεμονεῦσαι
9 κωμάζοντι φίλοις Ἐφαρμόστῳ σὺν ἑταίροις·
9 ἀλλὰ νῦν ἑκαταβόλων Μοισᾶν ἀπὸ τόξων
9 Δία τε φοινικοστερόπαν σεμνόν τʼ ἐπίνειμαι
9 ἀκρωτήριον Ἄλιδος
9 τοιοῖσδε βέλεσσιν,
9 τὸ δή ποτε Λυδὸς ἥρως Πέλοψ
9 ἐξάρατο κάλλιστον ἕδνον Ἱπποδαμείας·
9 πτερόεντα δʼ ἵει γλυκὺν
9 Πυθώναδʼ ὀϊστόν· οὔτοι χαμαιπετέων λόγων ἐφάψεαι
9 ἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγʼ ἐλελίζων
9 κλεινᾶς ἐξ Ὀπόεντος· αἰνήσαις ἓ καὶ υἱόν,
9 ἃν Θέμις θυγάτηρ τέ οἱ σώτειρα λέλογχεν
9 μεγαλόδοξος Εὐνομία, θάλλει δʼ ἀρεταῖσιν
9 σόν τε, Κασταλία, πάρα
9 Ἀλφεοῦ τε ῥέεθρον·
9 ὅθεν στεφάνων ἄωτοι κλυτὰν
9 Λοκρῶν ἐπαείροντι ματέρʼ ἀγλαόδενδρον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme