Thesauros Literature lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
9 πρόσφορος ἐν Μοισᾶν δίφρῳ·
9 τόλμα δὲ καὶ ἀμφιλαφὴς δύναμις
9 ἕσποιτο. προξενίᾳ δʼ ἀρετᾷ τʼ ἦλθον
9 τιμάορος Ἰσθμίαισι Λαμπρομάχου μίτραις, ὅτʼ ἀμφότεροι κράτησαν
9 μίαν ἔργον ἀνʼ ἁμέραν.
9 ἄλλαι δὲ δύʼ ἐν Κορίνθου πύλαις ἐγένοντʼ ἔπειτα χάρμαι,
9 ταὶ δὲ καὶ Νεμέας Ἐφαρμόστῳ κατὰ κόλπον·
9 Ἄργει τʼ ἔσχεθε κῦδος ἀνδρῶν, παῖς δʼ ἐν Ἀθάναις,
9 οἷον δʼ ἐν Μαραθῶνι συλαθεὶς ἀγενείων
9 μένεν ἀγῶνα πρεσβυτέρων ἀμφʼ ἀργυρίδεσσιν·
9 φῶτας δʼ ὀξυρεπεῖ δόλῳ
9 ἀπτῶτι δαμάσσαις
9 διήρχετο κύκλον ὅσσᾳ βοᾷ,
9 ὡραῖος ἐὼν καὶ καλὸς κάλλιστά τε ῥέξαις.
9 τὰ δὲ Παρρασίῳ στρατῷ
9 θαυμαστὸς ἐὼν φάνη Ζηνὸς ἀμφὶ πανάγυριν Λυκαίου,
9 καὶ ψυχρᾶν ὁπότʼ εὐδιανὸν φάρμακον αὐρᾶν
9 Πελλάνᾳ φέρε· σύνδικος δʼ αὐτῷ Ἰολάου
9 τύμβος εἰναλία τʼ Ἐλευσὶς ἀγλαΐαισιν.
9 τὸ δὲ φυᾷ κράτιστον ἅπαν· πολλοὶ δὲ διδακταῖς
9 ἀνθρώπων ἀρεταῖς κλέος
9 ὤρουσαν ἀρέσθαι.
9 ἄνευ δὲ θεοῦ σεσιγαμένον
9 οὐ σκαιότερον χρῆμʼ ἕκαστον. ἐντὶ γὰρ ἄλλαι
9 ὁδῶν ὁδοὶ περαίτεραι,
9 μία δʼ οὐχ ἅπαντας ἄμμε θρέψει
9 μελέτα· σοφίαι μὲν
9 αἰπειναί· τοῦτο δὲ προσφέρων ἆθλον,
9 ὄρθιον ὤρυσαι θαρσέων,
9 τόνδʼ ἀνέρα δαιμονίᾳ γεγάμεν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme