Thesauros Literature lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
9 εὔχειρα, δεξιόγυιον, ὁρῶντʼ ἀλκάν,
9 Αἰάντειόν τʼ ἐν δαιτὶ Ἰλιάδα νικῶν ἐπεστεφάνωσε βωμόν.

Olympian 10 ΑΓΗΣΙΔΑΜῼ ΛΟΚΡῼ ΕΠΙΖΕΦΥΡΙῼ ΠΑΙΔΙ ΠΥΚΤΗι

10 τὸν Ὀλυμπιονίκαν ἀνάγνωτέ μοι
10 Ἀρχεστράτου παῖδα, πόθι φρενὸς
10 ἐμᾶς γέγραπται· γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθʼ· ὦ Μοῖσʼ, ἀλλὰ σὺ καὶ θυγάτηρ
10 Ἀλάθεια Διός, ὀρθᾷ χερὶ
10 ἐρύκετον ψευδέων
10 ἐνιπὰν ἀλιτόξενον.
10 ἕκαθεν γὰρ ἐπελθὼν ὁ μέλλων χρόνος
10 ἐμὸν καταίσχυνε βαθὺ χρέος.
10 ὅμως δὲ λῦσαι δυνατὸς ὀξεῖαν ἐπιμομφὰν τόκος· ὁρᾶτʼ ὦν νῦν ψᾶφον ἑλισσομέναν
10 ὅπα κῦμα κατακλύσσει ῥέον,
10 ὅπα τε κοινὸν λόγον
10 φίλαν τίσομεν ἐς χάριν.
10 νέμει γὰρ Ἀτρέκεια πόλιν Λοκρῶν Ζεφυρίων,
10 μέλει τέ σφισι Καλλιόπα
10 καὶ χάλκεος Ἄρης. τράπε δὲ Κύκνεια μάχα καὶ ὑπέρβιον
10 Ἡρακλέα. πύκτας δʼ ἐν Ὀλυμπιάδι νικῶν
10 Ἴλᾳ φερέτω χάριν
10 Ἁγησίδαμος ὡς
10 Ἀχιλεῖ Πάτροκλος.
10 θήξαις δέ κε φύντʼ ἀρετᾷ ποτὶ
10 πελώριον ὁρμάσαι κλέος ἀνὴρ θεοῦ σὺν παλάμᾳ·
10 ἄπονον δʼ ἔλαβον χάρμα παῦροί τινες,
10 ἔργων πρὸ πάντων βιότῳ φάος.
10 ἀγῶνα δʼ ἐξαίρετον ἀεῖσαι θέμιτες ὦρσαν Διός, ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοπος
10 βωμῶν ἑξάριθμον ἐκτίσσατο,
10 ἐπεὶ Ποσειδάνιον
10 πέφνε Κτέατον ἀμύμονα,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme