Thesauros Literature lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
10 πέφνε δʼ Εὔρυτον, ὡς Αὐγέαν λάτριον
10 ἀέκονθʼ ἑκὼν μισθὸν ὑπέρβιον
10 πράσσοιτο, λόχμαισι δὲ δοκεύσαις ὑπὸ Κλεωνᾶν δάμασε καὶ κείνους Ἡρακλέης ἐφʼ ὁδῷ,
10 ὅτι πρόσθε ποτὲ Τιρύνθιον
10 ἔπερσαν αὐτῷ στρατὸν
10 μυχοῖς ἥμενον Ἄλιδος
10 Μολίονες ὑπερφίαλοι. καὶ μὰν ξεναπάτας
10 Ἐπειῶν βασιλεὺς ὄπιθεν
10 οὐ πολλὸν ἴδε πατρίδα πολυκτέανον ὑπὸ στερεῷ πυρὶ
10 πλαγαῖς τε σιδάρου βαθὺν εἰς ὀχετὸν ἄτας
10 ἵζοισαν ἑὰν πόλιν.
10 νεῖκος δὲ κρεσσόνων
10 ἀποθέσθʼ ἄπορον.
10 καὶ κεῖνος ἀβουλίᾳ ὕστατος
10 ἁλώσιος ἀντάσαις θάνατον αἰπὺν οὐκ ἐξέφυγεν.
10 ὁ δʼ ἄρʼ ἐν Πίσᾳ ἔλσαις ὅλον τε στρατὸν
10 λαίαν τε πᾶσαν Διὸς ἄλκιμος
10 υἱὸς σταθμᾶτο ζάθεον ἄλσος πατρὶ μεγίστῳ· περὶ δὲ πάξαις Ἄλτιν μὲν ὅγʼ ἐν καθαρῷ
10 διέκρινε, τὸ δὲ κύκλῳ πέδον
10 ἔθηκε δόρπου λύσιν,
10 τιμάσαις πόρον Ἀλφεοῦ
10 μετὰ δώδεκʼ ἀνάκτων θεῶν. καὶ πάγον
10 Κρόνου προσεφθέγξατο· πρόσθε γὰρ
10 νώνυμνος, ἇς Οἰνόμαος ἆρχε, βρέχετο πολλᾷ νιφάδι. ταύτᾳ δʼ ἐν πρωτογόνῳ τελετᾷ
10 παρέσταν μὲν ἄρα Μοῖραι σχεδὸν
10 ὅ τʼ ἐξελέγχων μόνος
10 ἀλάθειαν ἐτήτυμον
10 χρόνος. τὸ δὲ σαφανὲς ἰὼν πόρσω κατέφρασεν,
10 ὅπα τὰν πολέμοιο δόσιν
10 ἀκρόθινα διελὼν ἔθυε καὶ πενταετηρίδʼ ὅπως ἄρα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme