Thesauros Literature lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
10 ἐπεὶ πλοῦτος ὁ λαχὼν ποιμένα
10 ἐπακτὸν ἀλλότριον,
10 θνᾴσκοντι στυγερώτατος·
10 καὶ ὅταν καλὰ ἔρξαις ἀοιδᾶς ἄτερ,
10 Ἁγησίδαμʼ, εἰς Ἀΐδα σταθμὸν
10 ἀνὴρ ἵκηται, κενεὰ πνεύσαις ἔπορε μόχθῳ βραχύ τι τερπνόν. τὶν δʼ ἁδυεπής τε λύρα
10 γλυκύς τʼ αὐλὸς ἀναπάσσει χάριν·
10 τρέφοντι δʼ εὐρὺ κλέος
10 κόραι Πιερίδες Διός.
10 ἐγὼ δὲ συνεφαπτόμενος σπουδᾷ, κλυτὸν ἔθνος
10 Λοκρῶν ἀμφέπεσον μέλιτι
10 εὐάνορα πόλιν καταβρέχων· παῖδʼ ἐρατὸν δʼ Ἀρχεστράτου
10 αἴνησα, τὸν εἶδον κρατέοντα χερὸς ἀλκᾷ
10 βωμὸν παρʼ Ὀλύμπιον,
10 κεῖνον κατὰ χρόνον
10 ἰδέᾳ τε καλὸν
10 ὥρᾳ τε κεκραμένον, ἅ ποτε
10 ἀναιδέα Γανυμήδει μόρον ἄλαλκε σὺν Κυπρογενεῖ.

Olympian 11 ΑΓΗΣΙΔΑΜῼ ΛΟΚΡῼ ΕΠΙΖΕΦΨΡΙῼ ΠΑΙΔΙ ΠΥΚΤΗι

11 ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα
11 χρῆσις, ἔστιν δʼ οὐρανίων ὑδάτων,
11 ὀμβρίων παίδων νεφέλας.
11 εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι, μελιγάρυες ὕμνοι
11 ὑστέρων ἀρχὰ λόγων
11 τέλλεται καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖς.
11 ἀφθόνητος δʼ αἶνος Ὀλυμπιονίκαις
11 οὗτος ἄγκειται. τὰ μὲν ἁμετέρα
11 γλῶσσα ποιμαίνειν ἐθέλει·
11 ἐκ θεοῦ δʼ ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως.
11 ἴσθι νῦν, Ἀρχεστράτου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme