Thesauros Literature lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
1 μετὰ τριῶν τέταρτον πόνον, ἀθανάτων ὅτι κλέψαις
1 ἁλίκεσσι συμπόταις
1 νέκταρ ἀμβροσίαν τε
1 δῶκεν, οἷσιν ἄφθιτον
1 θῆκαν. εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί τι λαθέμεν ἔρδων, ἁμαρτάνει.
1 τοὔνεκα προῆκαν υἱὸν ἀθάνατοί οἱ πάλιν
1 μετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος.
1 πρὸς εὐάνθεμον δʼ ὅτε φυὰν
1 λάχναι νιν μέλαν γένειον ἔρεφον.
1 ἑτοῖμον ἀνεφρόντισεν γάμον
1 Πισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειαν
1 σχεθέμεν. ἐγγὺς ἐλθὼν πολιᾶς ἁλὸς οἶος ἐν ὄρφνᾳ
1 ἄπυεν βαρύκτυπον
1 Εὐτρίαιναν· ὁ δʼ αὐτῷ
1 πὰρ ποδὶ σχεδὸν φάνη.
1 τῷ μὲν εἶπε· φίλια δῶρα Κυπρίας ἄγʼ εἴ τι, Ποσείδαον, ἐς χάριν
1 τέλλεται, πέδασον ἔγχος Οἰνομάου χάλκεον,
1 ἐμὲ δʼ ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτων
1 ἐς Ἆλιν, κράτει δὲ πέλασον.
1 ἐπεὶ τρεῖς τε καὶ δέκʼ ἄνδρας ὀλέσαις
1 ἐρῶντας ἀναβάλλεται γάμον
1 θυγατρός. ὁ μέγας δὲ κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει.
1 θανεῖν δʼ οἷσιν ἀνάγκα, τί κέ τις ἀνώνυμον
1 γῆρας ἐν σκότῳ καθήμενος ἕψοι μάταν,
1 ἁπάντων καλῶν ἄμμορος; ἀλλʼ ἐμοὶ μὲν οὗτος ἄεθλος
1 ὑποκείσεται· τὺ δὲ πρᾶξιν φίλαν δίδοι.
1 ὣς ἔννεπεν· οὐδʼ ἀκράντοις ἐφάψατʼ ὦν ἔπεσι. τὸν μὲν ἀγάλλων θεὸς
1 ἔδωκεν δίφρον τε χρύσεον πτεροῖσίν τʼ ἀκάμαντας ἵππους.
1 ἕλεν δʼ Οἰνομάου βίαν παρθένον τε σύνευνον·
1 τέκε τε λαγέτας ἓξ ἀρεταῖσι μεμαότας υἱούς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme