Thesauros Literature lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
13 εἴργοντες· ἐκ Λυκίας δὲ Γλαῦκον ἐλθόντα τρόμεον Δαναοί. τοῖσι μὲν
13 ἐξεύχετʼ ἐν ἄστεϊ Πειράνας σφετέρου πατρὸς ἀρχὰν
13 καὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον·
13 ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος ἦ πόλλʼ ἀμφὶ κρουνοῖς
13 Πάγασον ζεῦξαι ποθέων ἔπαθεν,
13 πρίν γέ οἱ χρυσάμπυκα κούρα χαλινὸν
13 Παλλὰς ἤνεγκʼ· ἐξ ὀνείρου δʼ αὐτίκα
13 ἦν ὕπαρ· φώνασε δʼ· εὕδεις, Αἰολίδα βασιλεῦ;
13 ἄγε φίλτρον τόδʼ ἵππειον δέκευ,
13 καὶ Δαμαίῳ νιν θύων ταῦρον ἀργᾶντα πατρὶ δεῖξον.
13 κυαναιγὶς ἐν ὄρφνᾳ
13 κνώσσοντί οἱ παρθένος τόσα εἰπεῖν
13 ἔδοξεν· ἀνὰ δʼ ἐπᾶλτʼ ὀρθῷ ποδί.
13 παρκείμενον δὲ συλλαβὼν τέρας,
13 ἐπιχώριον μάντιν ἄσμενος εὗρεν,
13 δεῖξέν τε Κοιρανίδᾳ πᾶσαν τελευτὰν πράγματος, ὥς τʼ ἀνὰ βωμῷ θεᾶς
13 κοιτάξατο νύκτʼ ἀπὸ κείνου χρήσιος. ὥς τέ οἱ αὐτὰ
13 Ζηνὸς ἐγχεικεραύνου παῖς ἔπορεν
13 δαμασίφρονα χρυσόν.
13 ἐνυπνίῳ δʼ ᾇ τάχιστα πιθέσθαι
13 κελήσατό μιν, ὅταν δʼ εὐρυσθενεῖ
13 καρταίποδʼ ἀναρύῃ Γαιαόχῳ,
13 θέμεν Ἱππίᾳ βωμὸν εὐθὺς Ἀθάνᾳ.
13 τελεῖ δὲ θεῶν δύναμις καὶ τὰν παρʼ ὅρκον καὶ παρὰ ἐλπίδα κούφαν κτίσιν.
13 ἤτοι καὶ ὁ καρτερὸς ὁρμαίνων ἕλε Βελλεροφόντας,
13 φάρμακον πραῢ τείνων ἀμφὶ γένυι,
13 ἵππον πτερόεντʼ· ἀναβὰς δʼ εὐθὺς ἐνόπλια χαλκωθεὶς ἔπαιζεν.
13 σὺν δὲ κείνῳ καί ποτʼ Ἀμαζονίδων
13 αἰθέρος ψυχρῶν ἀπὸ κόλπων ἐρήμου
13 τοξόταν βάλλων γυναικεῖον στρατόν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme