Thesauros Literature lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
14 Χάριτες Ὀρχομενοῦ, παλαιγόνων Μινυᾶν ἐπίσκοποι,
14 κλῦτʼ, ἐπεὶ εὔχομαι. σὺν γὰρ ὔμμιν τὰ τερπνὰ καὶ
14 τὰ γλυκέʼ ἄνεται πάντα βροτοῖς,
14 εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ.
14 οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ
14 κοιρανέοισιν χοροὺς οὔτε δαῖτας· ἀλλὰ πάντων ταμίαι
14 ἔργων ἐν οὐρανῷ, χρυσότοξον θέμεναι παρὰ
14 Πύθιον Ἀπόλλωνα θρόνους,
14 ἀέναον σέβοντι πατρὸς Ὀλυμπίοιο τιμάν.
14 ὦ πότνιʼ Ἀγλαΐα
14 φιλησίμολπέ τʼ Εὐφροσύνα, θεῶν κρατίστου
14 παῖδες, ἐπακοοῖτε νῦν, Θαλία τε
14 ἐρασίμολπε, ἰδοῖσα τόνδε κῶμον ἐπʼ εὐμενεῖ τύχᾳ
14 κοῦφα βιβῶντα· Λυδῷ γὰρ Ἀσώπιχον τρόπῳ
14 ἔν τε μελέταις ἀείδων ἔμολον,
14 οὕνεκʼ Ὀλυμπιόνικος ἁ Μινυεία
14 σεῦ ἕκατι. μελανοτειχέα νῦν δόμον
14 Φερσεφόνας ἔλθʼ, Ἀχοῖ, πατρὶ κλυτὰν φέροισʼ ἀγγελίαν,
14 Κλεόδαμον ὄφρʼ ἰδοῖσʼ, υἱὸν εἴπῃς ὅτι οἱ νέαν
14 κόλποις παρʼ εὐδόξοις Πίσας
14 ἐστεφάνωσε κυδίμων ἀέθλων πτεροῖσι χαίταν.
← Previous 34 / 34

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme