Thesauros Literature lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
2 ἐσλοὶ δέκονται βίοτον, οὐ χθόνα ταράσσοντες ἐν χερὸς ἀκμᾷ
2 οὐδὲ πόντιον ὕδωρ
2 κεινὰν παρὰ δίαιταν· ἀλλὰ παρὰ μὲν τιμίοις
2 θεῶν, οἵτινες ἔχαιρον εὐορκίαις, ἄδακρυν νέμονται
2 αἰῶνα· τοὶ δʼ ἀπροσόρατον ὀκχέοντι πόνον
2 ὅσοι δʼ ἐτόλμασαν ἐστρὶς
2 ἑκατέρωθι μείναντες ἀπὸ πάμπαν ἀδίκων ἔχειν
2 ψυχάν, ἔτειλαν Διὸς ὁδὸν παρὰ Κρόνου τύρσιν· ἔνθα μακάρων
2 νᾶσος ὠκεανίδες
2 αὖραι περιπνέοισιν, ἄνθεμα δὲ χρυσοῦ φλέγει,
2 τὰ μὲν χερσόθεν ἀπʼ ἀγλαῶν δενδρέων, ὕδωρ δʼ ἄλλα φέρβει,
2 ὅρμοισι τῶν χέρας ἀναπλέκοντι καὶ στεφάνοις
2 βουλαῖς ἐν ὀρθαῖσι Ῥαδαμάνθυος,
2 ὃν πατὴρ ἔχει μέ γας ἑτοῖμον αὐτῷ πάρεδρον,
2 πόσις ὁ πάντων Ῥέας ὑπέρτατον ἐχοίσας θρόνον.
2 Πηλεύς τε καὶ Κάδμος ἐν τοῖσιν ἀλέγονται·
2 Ἀχιλλέα τʼ ἔνεικʼ, ἐπεὶ Ζηνὸς ἦτορ
2 λιταῖς ἔπεισε, μάτηρ·
2 ὃς Ἕκτορʼ ἔσφαλε, Τροίας
2 ἄμαχον ἀστραβῆ κίονα, Κύκνον τε θανάτῳ πόρεν,
2 Ἀοῦς τε παῖδʼ Αἰθίοπα. πολλά μοι ὑπʼ ἀγκῶνος ὠκέα βέλη
2 ἔνδον ἐντι φαρέτρας
2 φωνᾶντα συνετοῖσιν· ἐς δὲ τὸ πὰν ἑρμηνέων
2 χατίζει. σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ· μαθόντες δὲ λάβροι
2 παγγλωσσίᾳ, κόρακες ὥς, ἄκραντα γαρύετον
2 Διὸς πρὸς ὄρνιχα θεῖον.
2 ἔπεχε νῦν σκοπῷ τόξον, ἄγε θυμέ, τίνα βάλλομεν
2 ἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀϊστοὺς ἱέντες; ἐπί τοι
2 Ἀκράγαντι τανύσαις
2 αὐδάσομαι ἐνόρκιον λόγον ἀλαθεῖ νόῳ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme