Thesauros Literature lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
3 τῷ μὲν διδύμας χάριτας,
3 εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν κῶμόν τʼ ἀέθλων Πυθίων αἴγλαν στεφάνοις.
3 τοὺς ἀριστεύων Φερένικος ἕλʼ ἐν Κίρρᾳ ποτέ,
3 ἀστέρος οὐρανίου φαμὶ τηλαυγέστερον κείνῳ φάος
3 ἐξικόμαν κε βαθὺν πόντον περάσαις.
3 ἀλλʼ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω
3 Ματρί, τὰν κοῦραι παρʼ ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμὰ
3 σεμνὰν θεὸν ἐννύχιαι.
3 εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων, ὀρθὰν ἐπίστᾳ, μανθάνων οἶσθα προτέρων·
3 ἓν παρʼ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς
3 ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν,
3 ἀλλʼ ἀγαθοί, τὰ καλὰ τρέψαντες ἔξω.
3 τὶν δὲ μοῖρʼ εὐδαιμονίας ἕπεται.
3 λαγέταν γάρ τοι τύραννον δέρκεται,
3 εἴ τινʼ ἀνθρώπων, ὁ μέγας πότμος. αἰὼν δʼ ἀσφαλὴς
3 οὐκ ἔγεντʼ οὔτʼ Αἰακίδᾳ παρὰ Πηλεῖ
3 οὔτε παρʼ ἀντιθέῳ Κάδμῳ· λέγονται μὰν βροτῶν
3 ὄλβον ὑπέρτατον οἳ σχεῖν, οἵτε καὶ χρυσαμπύκων
3 μελπομενᾶν ἐν ὄρει Μοισᾶν καὶ ἐν ἑπταπύλοις
3 ἄϊον Θήβαις, ὁπόθʼ Ἁρμονίαν γᾶμεν βοῶπιν,
3 ὁ δὲ Νηρέος εὐβούλου Θέτιν παῖδα κλυτάν.
3 καὶ θεοὶ δαίσαντο παρʼ ἀμφοτέροις,
3 καὶ Κρόνου παῖδας βασιλῆας ἴδον χρυσέαις ἐν ἕδραις, ἕδνα τε
3 δέξαντο· Διὸς δὲ χάριν
3 ἐκ προτέρων μεταμειψάμενοι καμάτων ἔστασαν ὀρθὰν καρδίαν. ἐν δʼ αὖτε χρόνῳ
3 τὸν μὲν ὀξείαισι θύγατρες ἐρήμωσαν πάθαις
3 εὐφροσύνας μέρος αἱ τρεῖς· ἀτὰρ λευκωλένῳ γε Ζεὺς πατὴρ
3 ἤλυθεν ἐς λέχος ἱμερτὸν Θυώνᾳ.
3 τοῦ δὲ παῖς, ὅνπερ μόνον ἀθανάτα
3 τίκτεν ἐν Φθίᾳ Θέτις, ἐν πολέμῳ τόξοις ἀπὸ ψυχὰν λιπὼν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme