Thesauros Literature lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
4 εὖτʼ ἂν αἰπεινῶν ἀπὸ σταθμῶν ἐς εὐδείελον
4 χθόνα μόλῃ κλειτᾶς Ἰωλκοῦ,
4 ξεῖνος αἴτʼ ὦν ἀστός. ὁ δʼ ἆρα χρόνῳ
4 ἵκετʼ αἰχμαῖσιν διδύμαισιν ἀνὴρ ἔκπαγλος· ἐσθὰς δʼ ἀμφοτέρα νιν ἔχεν,
4 ἅ τε Μαγνήτων ἐπιχώριος ἁρμόζοισα θαητοῖσι γυίοις,
4 ἀμφὶ δὲ παρδαλέᾳ στέγετο φρίσσοντας ὄμβρους·
4 οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντʼ ἀγλαοί,
4 ἀλλʼ ἅπαν νῶτον καταίθυσσον. τάχα δʼ εὐθὺς ἰὼν σφετέρας
4 ἐστάθη γνώμας ἀταρμύκτοιο πειρώμενος
4 ἐν ἀγορᾷ πλήθοντος ὄχλου.
4 τὸν μὲν οὐ γίγνωσκον· ὀπιζομένων δʼ ἔμπας τις εἶπεν καὶ τόδε·
4 οὔτι που οὗτος Ἀπόλλων, οὐδὲ μὰν χαλκάρματός ἐστι πόσις
4 Ἀφροδίτας· ἐν δὲ Νάξῳ φαντὶ θανεῖν λιπαρᾷ
4 Ἰφιμεδείας παῖδας, Ὦτον καὶ σέ, τολμάεις Ἐφιάλτα ἄναξ.
4 καὶ μὰν Τιτυὸν βέλος Ἀρτέμιδος θήρευσε κραιπνόν
4 ἐξ ἀνικάτου φαρέτρας ὀρνύμενον,
4 ὄφρα τις τᾶν ἐν δυνατῷ φιλοτάτων ἐπιψαύειν ἔραται.
4 τοὶ μὲν ἀλλάλοισιν ἀμειβόμενοι
4 γάρυον τοιαῦτʼ· ἀνὰ δʼ ἡμιόνοις ξεστᾷ τʼ ἀπήνᾳ προτροπάδαν Πελίας
4 ἵκετο σπεύδων· τάφε δʼ αὐτίκα παπτάναις ἀρίγνωτον πέδιλον
4 δεξιτερῷ μόνον ἀμφὶ ποδί. κλέπτων δὲ θυμῷ
4 δεῖμα προσέννεπε· ποίαν γαῖαν, ὦ ξεῖνʼ, εὔχεαι
4 πατρίδʼ ἔμμεν; καὶ τίς ἀνθρώπων σε χαμαιγενέων πολιᾶς
4 ἐξανῆκεν γαστρός; ἐχθίστοισι μὴ ψεύδεσιν
4 καταμιάναις εἰπὲ γένναν.
4 τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοις
4 ὧδʼ ἀμείφθη· φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαι
4 πὰρ Χαρικλοῦς καὶ Φιλύρας, ἵνα Κενταύρου με κοῦραι θρέψαν ἁγναί.
4 εἴκοσι δʼ ἐκτελέσαις ἐνιαυτοὺς οὔτε ἔργον
4 οὔτʼ ἔπος ἐντράπελον κείνοισιν εἰπὼν ἱκόμαν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme