Thesauros Literature lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
4 οἴκαδʼ, ἀρχαίαν κομίζων πατρὸς ἐμοῦ βασιλευομέναν
4 οὐ κατʼ αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳ
4 Αἰόλῳ καὶ παισί, τιμάν.
4 πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευκαῖς πιθήσαντα φρασὶν
4 ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων·
4 τοί μʼ, ἐπεὶ πάμπρωτον εἶδον φέγγος, ὑπερφιάλου
4 ἁγεμόνος δείσαντες ὕβριν, κᾶδος ὡσείτε φθιμένου δνοφερὸν
4 ἐν δώμασι θηκάμενοι, μίγα κωκυτῷ γυναικῶν
4 κρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις,
4 νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ δὲ τράφεν Χείρωνι δῶκαν.
4 ἀλλὰ τούτων μὲν κεφάλαια λόγων
4 ἴστε. λευκίππων δὲ δόμους πατέρων, κεδνοὶ πολῖται, φράσσατέ μοι σαφέως·
4 Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων.
4 Φὴρ δέ με θεῖος Ἰάσονα κικλήσκων προσηύδα.
4 ὣς φάτο. τὸν μὲν ἐσελθόντʼ ἔγνον ὀφθαλμοὶ πατρός.
4 ἐκ δʼ ἄρʼ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων,
4 ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν ἐξαίρετον
4 γόνον ἰδὼν κάλλιστον ἀνδρῶν.
4 καὶ κασίγνητοί σφισιν ἀμφότεροι
4 ἤλυθον κείνου γε κατὰ κλέος· ἐγγὺς μὲν Φέρης κράναν Υπερῇδα λιπών,
4 ἐκ δὲ Μεσσάνας Ἀμυθάν· ταχέως δʼ Ἄδματος ἷκεν καὶ Μέλαμπος,
4 εὐμενέοντες ἀνεψιόν. ἐν δαιτὸς δὲ μοίρᾳ
4 μειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγμενος,
4 ξείνιʼ ἁρμόζοντα τεύχων, πᾶσαν ἐυφροσύναν τάνυεν,
4 ἀθρόαις πέντε δραπὼν νύκτεσσιν ἔν θʼ ἁμέραις
4 ἱερὸν εὐζοίας ἄωτον.
4 ἀλλʼ ἐν ἕκτᾳ πάντα, λόγον θέμενος σπουδαῖον, ἐξ ἀρχᾶς ἀνὴρ
4 συγγενέσιν παρεκοινᾶθʼ· οἱ δʼ ἐπέσποντʼ· αἶψα δʼ ἀπὸ κλισιᾶν
4 ὦρτο σὺν κείνοισι. καί ῥʼ ἦλθον Πελία μέγαρον·
4 ἐσσύμενοι δʼ εἴσω κατέσταν. τῶν δʼ ἀκούσαις αὐτὸς ὑπαντίασεν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme