Thesauros Literature lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
4 χαλκέαις δʼ ὁπλαῖς ἀράσσεσκον χθόνʼ ἀμειβόμενοι,
4 τοὺς ἀγαγὼν ζεύγλᾳ πέλασσεν μοῦνος. ὀρθὰς δʼ αὔλακας ἐντανύσαις
4 ἤλαυνʼ, ἀνὰ βωλακίας δʼ ὀρόγυιαν σχίζε νῶτον
4 γᾶς. ἔειπεν δʼ ὧδε· τοῦτʼ ἔργον βασιλεύς,
4 ὅστις ἄρχει ναός, ἐμοὶ τελέσαις ἄφθιτον στρωμνὰν ἀγέσθω,
4 κῶας αἰγλᾶεν χρυσέῳ θυσάνῳ.
4 ὣς ἄρʼ αὐδάσαντος ἀπὸ κροκόεν ῥίψαις Ἰάσων εἷμα θεῷ πίσυνος
4 εἴχετʼ ἔργου· πῦρ δέ νιν οὐκ ἐόλει παμφαρμάκου ξείνας ἐφετμαῖς.
4 σπασσάμενος δʼ ἄροτρον, βοέους δήσαις ἀνάγκας
4 ἔντεσιν αὐχένας ἐμβάλλων τʼ ἐριπλεύρῳ φυᾷ
4 κέντρον αἰανὲς βιατὰς ἐξεπόνησʼ ἐπιτακτὸν ἀνὴρ
4 μέτρον. ἴϋξεν δʼ ἀφωνήτῳ περ ἔμπας ἄχει
4 δύνασιν Αἰήτας ἀγασθείς.
4 πρὸς δʼ ἑταῖροι καρτερὸν ἄνδρα φίλας
4 ὤρεγον χεῖρας, στεφάνοισί τέ νιν ποίας ἔρεπτον, μειλιχίοις τε λόγοις
4 ἀγαπάζοντʼ. αὐτίκα δʼ Ἀελίου θαυμαστὸς υἱὸς δέρμα λαμπρὸν
4 ἔννεπεν, ἔνθα νιν ἐκτάνυσαν Φρίξου μάχαιραι·
4 ἤλπετο δʼ οὐκέτι οἱ κεῖνόν γε πράξεσθαι πόνον.
4 κεῖτο γὰρ λόχμᾳ, δράκοντος δʼ εἴχετο λαβροτατᾶν γενύων,
4 ὃς πάχει μάκει τε πεντηκόντορον ναῦν κράτει,
4 τέλεσαν ἃν πλαγαὶ σιδάρου.
4 μακρά μοι νεῖσθαι κατʼ ἀμαξιτόν· ὥρα γὰρ συνάπτει· καί τινα
4 οἶμον ἴσαμι βραχύν· πολλοῖσι δʼ ἅγημαι σοφίας ἑτέροις.
4 κτεῖνε μὲν γλαυκῶπα τέχναις ποικιλόνωτον ὄφιν,
4 ὦ Ἀρκεσίλα, κλέψεν τε Μήδειαν σὺν αὐτᾷ, τὰν Πελίαο φόνον·
4 ἔν τʼ Ὠκεανοῦ πελάγεσσι μίγεν πόντῳ τʼ ἐρυθρῷ
4 Λαμνιᾶν τʼ ἔθνει γυναικῶν ἀνδροφόνων·
4 ἔνθα καὶ γυίων ἀέθλοις ἐπέδειξαν κρίσιν ἐσθᾶτος ἀμφίς,
4 καὶ συνεύνασθεν. καὶ ἐν ἀλλοδαπαῖς
4 σπέρμʼ ἀρούραις τουτάκις ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme