Thesauros Literature lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
1 ὃς τοῦτʼ ἐφέπεις ὄρος, εὐκάρποιο γαίας μέτωπον, τοῦ μὲν ἐπωνυμίαν
1 κλεινὸς οἰκιστὴρ ἐκύδανεν πόλιν
1 γείτονα, Πυθιάδος δʼ ἐν δρόμῳ κάρυξ ἀνέειπέ νιν ἀγγέλλων Ἱέρωνος ὑπὲρ καλλινίκου
1 ἅρμασι. ναυσιφορήτοις δʼ ἀνδράσι πρώτα χάρις
1 ἐς πλόον ἀρχομένοις πομπαῖον ἐλθεῖν οὖρον· ἐοικότα γὰρ
1 καὶ τελευτᾷ φερτέρου νόστου τυχεῖν. ὁ δὲ λόγος
1 ταύταις ἐπὶ συντυχίαις δόξαν φέρει
1 λοιπὸν ἔσσεσθαι στεφάνοισί νιν ἵπποις τε κλυτὰν
1 καὶ σὺν εὐφώνοις θαλίαις ὀνυμαστάν.
1 Λύκιε καὶ Δάλου ἀνάσσων Φοῖβε, Παρνασσοῦ τε κράναν Κασταλίαν φιλέων,
1 ἐθελήσαις ταῦτα νόῳ τιθέμεν εὔανδρόν τε χώραν.
1 ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς,
1 καὶ σοφοὶ καὶ χερσὶ βιαταὶ περίγλωσσοί τʼ ἔφυν. ἄνδρα δʼ ἐγὼ κεῖνον
1 αἰνῆσαι μενοινῶν ἔλπομαι
1 μὴ χαλκοπάρᾳον ἄκονθʼ ὡσείτʼ ἀγῶνος βαλεῖν ἔξω παλάμᾳ δονέων,
1 μακρὰ δὲ ῥίψαις ἀμεύσασθʼ ἀντίους·
1 εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι, καμάτων δʼ ἐπίλασιν παράσχοι.
1 ἦ κεν ἀμνάσειεν, οἵαις ἐν πολέμοισι μάχαις
1 τλάμονι ψυχᾷ παρέμεινʼ, ἁνίχʼ εὑρίσκοντο θεῶν παλάμαις τιμάν,
1 οἵαν οὔτις Ἑλλάνων δρέπει,
1 πλούτου στεφάνωμʼ ἀγέρωχον. νῦν γε μὰν τὰν Φιλοκτήταο δίκαν ἐφέπων
1 ἐστρατεύθη· σὺν δʼ ἀνάγκᾳ νιν φίλον
1 καί τις ἐὼν μεγαλάνωρ ἔσανεν. φαντὶ δὲ Λαμνόθεν ἕλκει τειρόμενον μεταβάσοντας ἐλθεῖν
1 ἥρωας ἀντιθέους Ποίαντος υἱὸν τοξόταν·
1 ὃς Πριάμοιο πόλιν πέρσεν, τελεύτασέν τε πόνους Δαναοῖς,
1 ἀσθενεῖ μὲν χρωτὶ βαίνων, ἀλλὰ μοιρίδιον ἦν.
1 οὕτω δʼ Ἱέρωνι θεὸς ὀρθωτὴρ πέλοι
1 τὸν προσέρποντα χρόνον, ὧν ἔραται καιρὸν διδούς.
1 Μοῖσα, καὶ πὰρ Δεινομένει κελαδῆσαι
1 πίθεό μοι ποινὰν τεθρίππων. χάρμα δʼ οὐκ ἀλλότριον νικαφορία πατέρος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme