Thesauros Literature lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
6 τὸν οὔτε χειμέριος ὄμβρος ἐπακτὸς ἐλθών,
6 ἐριβρόμου νεφέλας
6 στρατὸς ἀμείλιχος, οὔτʼ ἄνεμος ἐς μυχοὺς
6 ἁλὸς ἄξοισι παμφόρῳ χεράδει
6 τυπτόμενον. φάει δὲ πρόσωπον ἐν καθαρῷ
6 πατρὶ τεῷ, Θρασύβουλε, κοινάν τε γενεᾷ
6 λόγοισι θνατῶν
6 εὔδοξον ἅρματι νίκαν
6 Κρισαίαισιν ἐν πτυχαῖς ἀπαγγελεῖ.
6 σύ τοι σχεθών νιν ἐπιδέξια χειρός, ὀρθὰν
6 ἄγεις ἐφημοσύναν,
6 τά ποτʼ ἐν οὔρεσι φαντὶ μεγαλοσθενεῖ
6 Φιλύρας υἱὸν ὀρφανιζομένῲ
6 Πηλεΐδᾳ παραινεῖν· μάλιστα μὲν Κρονίδαν,
6 βαρυόπαν στεροπᾶν κεραυνῶν τε πρύτανιν,
6 θεῶν σέβεσθαι·
6 ταύτας δὲ μή ποτε τιμᾶς
6 ἀμείρειν γονέων βίον πεπρωμένον.
6 ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰς
6 νόημα τοῦτο φέρων,
6 ὃς ὑπερέφθιτο πατρός, ἐναρίμβροτον
6 ἀναμείναις στράταρχον Αἰθιόπων
6 Μέμνονα. Νεστόρειον γὰρ ἵππος ἅρμʼ ἐπέδα
6 Πάριος ἐκ βελέων δαϊχθείς· ὁ δʼ ἔφεπεν
6 κραταιὸν ἔγχος·
6 Μεσσανίου δὲ γέροντος
6 δονηθεῖσα φρὴν βόασε παῖδα ὅν·
6 χαμαιπετὲς δʼ ἄρʼ ἔπος οὐκ ἀπέριψεν· αὐτοῦ
6 μένων δʼ ὁ θεῖος ἀνὴρ
6 πρίατο μὲν θανάτοιο κομιδὰν πατρός,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme