Thesauros Literature lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
7 φθόνον ἀμειβόμενον τὰ καλὰ ἔργα.
7 φαντί γε μὰν οὕτω κεν ἀνδρὶ παρμονίμαν
7 θάλλοισαν εὐδαιμονίαν
7 τὰ καὶ τὰ φέρεσθαι.

Pythian 8 ΑΡΙΣΤΟΜΕΝΕΙ ΑΙΓΙΝΗΤΗι ΠΑΛΑΙΣΤΗι

8 φιλόφρον Ἡσυχία, Δίκας
8 ὦ μεγιστόπολι θύγατερ,
8 βουλᾶν τε καὶ πολέμων
8 ἔχοισα κλαῗδας ὑπερτάτας,
8 Πυθιόνικον τιμὰν Ἀριστομένει δέκευ.
8 τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς
8 ἐπίστασαι καιρῷ σὺν ἀτρεκεῖ·
8 τὺ δʼ, ὁπόταν τις ἀμείλιχον
8 καρδίᾳ κότον ἐνελάσῃ,
8 τραχεῖα δυσμενέων
8 ὑπαντιάξαισα κράτει τιθεῖς
8 Ὕβριν ἐν ἄντλῳ. τὰν οὐδὲ Πορφυρίων μάθεν
8 παρʼ αἶσαν ἐξερεθίζων· κέρδος δὲ φίλτατον,
8 ἑκόντος εἴ τις ἐκ δόμων φέροι.
8 βία δὲ καὶ μεγάλαυχον ἔσφαλεν ἐν χρόνῳ.
8 Τυφὼς Κίλιξ ἑκατόγκρανος οὔ νιν ἄλυξεν,
8 οὐδὲ μὰν βασιλεὺς Γιγάντων· δμᾶθεν δὲ κεραυνῷ
8 τόξοισί τʼ Ἀπόλλωνος· ὃς εὐμενεῖ νόῳ
8 Ξενάρκειον ἔδεκτο Κίρραθεν ἐστεφανωμένον
8 υἱὸν ποίᾳ Παρνασσίδι Δωριεῖ τε κώμῳ.
8 ἔπεσε δʼ οὐ Χαρίτων ἑκὰς
8 ἁ δικαιόπολις ἀρεταῖς
8 κλειναῖσιν Αἰακιδᾶν
8 θιγοῖσα νᾶσος· τελέαν δʼ ἔχει
8 δόξαν ἀπʼ ἀρχᾶς. πολλοῖσι μὲν γὰρ ἀείδεται

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme