Thesauros Literature lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
1 ἄγʼ ἔπειτʼ Αἴτνας βασιλεῖ φίλιον ἐξεύρωμεν ὕμνον·
1 τῷ πόλιν κείναν θεοδμάτῳ σὺν ἐλευθερίᾳ
1 Ὑλλίδος στάθμας Ἱέρων ἐν νόμοις ἔκτισσʼ. ἐθέλοντι δὲ Παμφύλου
1 καὶ μὰν Ἡρακλειδᾶν ἔκγονοι
1 ὄχθαις ὕπο Ταϋγέτου ναίοντες αἰεὶ μένειν τεθμοῖσιν ἐν Αἰγιμιοῦ
1 Δωριεῖς. ἔσχον δʼ Ἀμύκλας ὄλβιοι,
1 Πινδόθεν ὀρνύμενοι, λευκοπώλων Τυνδαριδᾶν βαθύδοξοι γείτονες, ὧν κλέος ἄνθησεν αἰχμᾶς.
1 Ζεῦ τέλειʼ, αἰεὶ δὲ τοιαύταν Ἀμένα παρʼ ὕδωρ
1 αἶσαν ἀστοῖς καὶ βασιλεῦσιν διακρίνειν ἔτυμον λόγον ἀνθρώπων,
1 σύν τοι τίν κεν ἁγητὴρ ἀνήρ,
1 υἱῷ τʼ ἐπιτελλόμενος, δᾶμον γεραίρων τράποι σύμφωνον ἐς ἁσυχίαν.
1 λίσσομαι νεῦσον, Κρονίων, ἅμερον
1 ὄφρα κατʼ οἶκον ὁ Φοίνιξ ὁ Τυρσανῶν τʼ ἀλαλατὸς ἔχῃ, ναυσίστονον ὕβριν ἰδὼν τὰν πρὸ Κύμας·
1 οἷα Συρακοσίων ἀρχῷ δαμασθέντες πάθον,
1 ὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόντῳ βάλεθʼ ἁλικίαν,
1 Ἑλλάδʼ ἐξέλκων βαρείας δουλίας. ἀρέομαι
1 πὰρ μὲν Σαλαμῖνος, Ἀθαναίων χάριν,
1 μισθόν, ἐν Σπάρτᾳ δʼ ἀπὸ τᾶν πρὸ Κιθαιρῶνος μαχᾶν,
1 ταῖσι Μήδειοι κάμον ἀγκυλότοξοι,
1 παρὰ δὲ τὰν εὔυδρον ἀκτὰν Ἱμέρα παίδεσσιν ὕμνον Δεινομένευς τελέσαις,
1 τὸν ἐδέξαντʼ ἀμφʼ ἀρετᾷ, πολεμίων ἀνδρῶν καμόντων.
1 καιρὸν εἰ φθέγξαιο, πολλῶν πείρατα συντανύσαις
1 ἐν βραχεῖ, μείων ἕπεται μῶμος ἀνθρώπων. ἀπὸ γὰρ κόρος ἀμβλύνει
1 αἰανὴς ταχείας ἐλπίδας·
1 ἀστῶν δʼ ἀκοὰ κρύφιον θυμὸν βαρύνει μάλιστʼ ἐσλοῖσιν ἐπʼ ἀλλοτρίοις.
1 ἀλλʼ ὅμως, κρέσσων γὰρ οἰκτιρμοῦ φθόνος,
1 μὴ παρίει καλά. νώμα δικαίῳ πηδαλίῳ στρατόν· ἀψευδεῖ δὲ πρὸς ἄκμονι χάλκευε γλῶσσαν.
1 εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται
1 πὰρ σέθεν. πολλῶν ταμίας ἐσσί· πολλοὶ μάρτυρες ἀμφοτέροις πιστοί.
1 εὐανθεῖ δʼ ἐν ὀργᾷ παρμένων,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme