Thesauros Literature lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
9 δόξαν ἱμερτὰν ἀγαγόντʼ ἀπὸ Δελφῶν.
9 ἀρεταὶ δʼ αἰεὶ μεγάλαι πολύμυθοι·
9 βαιὰ δʼ ἐν μακροῖσι ποικίλλειν,
9 ἀκοὰ σοφοῖς· ὁ δὲ καιρὸς ὁμοίως
9 παντὸς ἔχει κορυφάν. ἔγνον ποτὲ καὶ Ἰόλαον
9 οὐκ ἀτιμάσαντά νιν ἑπτάπυλοι Θῆβαι· τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλὰν
9 ἔπραθε φασγάνου ἀκμᾷ, κρύψαν ἔνερθʼ ὑπὸ γᾶν διφρηλάτα Ἀμφιτρύωνος
9 σάματι, πατροπάτωρ ἔνθα οἱ Σπαρτῶν ξένος
9 κεῖτο, λευκίπποισι Καδμείων μετοικήσαις ἀγυιαῖς.
9 τέκε οἷ καὶ Ζηνὶ μιγεῖσα δαΐφρων
9 ἐν μόναις ὠδῖσιν Ἀλκμήνα
9 διδύμων κρατησίμαχον σθένος υἱῶν.
9 κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ παραβάλλει,
9 μηδὲ Διρκαίων ὑδάτων ἀὲ μέμναται, τά νιν θρέψαντο καὶ Ἰφικλέα·
9 τοῖσι τέλειον ἐπʼ εὐχᾷ κωμάσομαί τι παθὼν ἐσλόν· Χαρίτων κελαδεννᾶν
9 μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γὰρ
9 φαμὶ Νίσου τʼ ἐν λόφῳ τρὶς δὴ πόλιν τάνδʼ εὐκλεΐξαι,
9 σιγαλὸν ἀμαχανίαν ἔργῳ φυγών·
9 οὕνεκεν, εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις, τό γʼ ἐν ξυνῷ πεποναμένον εὖ
9 μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω.
9 κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρὸν
9 παντὶ θυμῷ σύν γε δίκᾳ καλὰ ῥέζοντʼ ἔννεπεν.
9 πλεῖστα νικάσαντά σε καὶ τελεταῖς
9 ὡρίαις ἐν Παλλάδος εἶδον ἄφωνοί θʼ ὡς ἕκασται φίλτατον
9 παρθενικαὶ πόσιν ἢ
9 υἱὸν εὔχοντʼ, ὦ Τελεσίκρατες, ἔμμεν,
9 ἐν Ὀλυμπίοισί τε καὶ βαθυκόλπου
9 Γᾶς ἀέθλοις ἔν τε καὶ πᾶσιν
9 ἐπιχωρίοις. ἐμὲ δʼ ὦν τις ἀοιδᾶν
9 δίψαν ἀκειόμενον πράσσει χρέος αὖτις ἐγεῖραι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme