Thesauros Literature lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
9 καὶ παλαιὰν δόξαν ἑῶν προγόνων· οἷοι Λιβύσσας ἀμφὶ γυναικὸς ἔβαν
9 Ἴρασα πρὸς πόλιν, Ἀνταίου μετὰ καλλίκομον μναστῆρες ἀγακλέα κούραν·
9 τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεον
9 σύγγονοι, πολλοὶ δὲ καὶ ξείνων. ἐπεὶ θαητὸν εἶδος
9 ἔπλετο· χρυσοστεφάνου δέ οἱ Ἥβας
9 καρπὸν ἀνθήσαντʼ ἀποδρέψαι
9 ἔθελον. πατὴρ δὲ θυγατρὶ φυτεύων
9 κλεινότερον γάμον, ἄκουσεν Δαναόν ποτʼ ἐν Ἄργει
9 οἷον εὗρεν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι, πρὶν μέσον ἆμαρ ἑλεῖν,
9 ὠκύτατον γάμον. ἔστασεν γὰρ ἅπαντα χορὸν ἐν τέρμασιν αὐτίκʼ ἀγῶνος·
9 σὺν δʼ ἀέθλοις ἐκέλευσεν διακρῖναι ποδῶν,
9 ἅντινα σχήσοι τις ἡρώων, ὅσοι γαμβροί σφιν ἦλθον.
9 οὕτω δʼ ἐδίδου Λίβυς ἁρμόζων κόρᾳ
9 νυμφίον ἄνδρα· ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις τέλος ἔμμεν ἄκρον,
9 εἶπε δʼ ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορὼν
9 ἀμφί οἱ ψαύσειε πέπλοις.
9 ἔνθʼ Ἀλεξίδαμος, ἐπεὶ φύγε λαιψηρὸν δρόμον,
9 παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν
9 ἆγεν ἱππευτᾶν Νομάδων διʼ ὅμιλον. πολλὰ μὲν κεῖνοι δίκον
9 φύλλʼ ἔπι καὶ στεφάνους·
9 πολλὰ δὲ πρόσθεν πτερὰ δέξατο νικᾶν.

Pythian 10 ΙΠΠΟΚΛΕΙ ΘΕΣΣΑΛῼ ΠΑΙΔΙ ΔΙΑΥΛΟΔΡΟΜῼ

10 ὄλβια Λακεδαίμων,
10 μάκαιρα Θεσσαλία· πατρὸς δʼ ἀμφοτέραις ἐξ ἑνὸς
10 ἀριστομάχου γένος Ἡρακλεῦς βασιλεύει.
10 τί κομπέω παρὰ καιρόν; ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖον ἀπύει
10 Ἀλεύα τε παῖδες, Ἱπποκλέᾳ ἐθέλοντες
10 ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα.
10 γεύεται γὰρ ἀέθλων·
10 στρατῷ τʼ ἀμφικτιόνων ὁ Παρνάσιος αὐτὸν μυχὸς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme