Thesauros Literature lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
10 ἀδελφεοὺς Ἔτʼ ἐπαινήσομεν ἐσλούς, ὅτι
10 ὑψοῦ φέροντι νόμον Θεσσαλῶν
10 αὔξοντες· ἐν δʼ ἀγαθοῖσι κεῖνται
10 πατρώϊαι κεδναὶ πολίων κυβερνάσιες.

Pythian 11 ΘΡΑΣΥΔΑΙῼ ΘΗΒΑΙῼ ΠΑΙΔΙ ΣΤΑΔΙΕΙ

11 Κάδμου κόραι, Σεμέλα μὲν Ὀλυμπιάδων ἀγυιᾶτις,
11 Ἰνώ τε Λευκοθέα ποντιᾶν ὁμοθάλαμε Νηρηΐδων,
11 ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳ
11 ματρὶ πὰρ Μελίαν χρυσέων ἐς ἄδυτον τριπόδων
11 θησαυρόν, ὃν περίαλλʼ ἐτίμασε Λοξίας,
11 Ἰσμήνιον δʼ ὀνύμαξεν, ἀλαθέα μαντίων θῶκον,
11 ὦ παῖδες Ἁρμονίας, ἔνθα καί νυν ἐπίνομον ἡρωΐδων
11 στρατὸν ὁμαγερέα καλεῖ συνίμεν,
11 ὄφρα Θέμιν ἱερὰν Πυθῶνά τε καὶ ὀρθοδίκαν
11 γᾶς ὀμφαλὸν κελαδήσετʼ ἄκρᾳ σὺν ἑσπέρᾳ,
11 ἑπταπύλοισι Θήβαις
11 χάριν ἀγῶνί τε Κίρρας,
11 ἐν τῷ Θρασυδαῖος ἔμνασεν ἑστίαν
11 τρίτον ἐπὶ στέφανον πατρῴαν βαλών,
11 ἐν ἀφνεαῖς ἀρούραισι Πυλάδα
11 νικῶν ξένου Λάκωνος Ὀρέστα.
11 τὸν δὴ φονευομένου πατρὸς Ἀρσινόα Κλυταιμνήστρας
11 χειρῶν ὕπο κρατερᾶν ἐκ δόλου τροφὸς ἄνελε δυσπενθέος,
11 ὁπότε Δαρδανίδα κόραν Πριάμου
11 Κασσάνδραν πολιῷ χαλκῷ σὺν Ἀγαμεμνονίᾳ
11 ψυχᾷ πόρευσʼ Ἀχέροντος ἀκτὰν παρʼ εὔσκιον
11 νηλὴς γυνά. πότερόν νιν ἄρʼ Ἰφιγένειʼ ἐπʼ Εὐρίπῳ
11 σφαχθεῖσα τῆλε πάτρας ἔκνισεν βαρυπάλαμον ὄρσαι χόλον;
11 ἢ ἑτέρῳ λέχεϊ δαμαζομέναν
11 ἔννυχοι πάραγον κοῖται; τὸ δὲ νέαις ἀλόχοις

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme