Thesauros Literature lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
2 ἅτε γὰρ εἰνάλιον πόνον ἐχοίσας βαθὺν
2 σκευᾶς ἑτέρας, ἀβάπτιστός εἰμι, φελλὸς ὣς ὑπὲρ ἕρκος ἅλμας.
2 ἀδύνατα δʼ ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς
2 δόλιον ἀστόν· ὅμως μὰν σαίνων ποτὶ πάντας, ἄταν πάγχυ διαπλέκει.
2 οὔ οἱ μετέχω θράσεος· φίλον εἴη φιλεῖν·
2 ποτὶ δʼ ἐχθρὸν ἅτʼ ἐχθρὸς ἐὼν λύκοιο δίκαν ὑποθεύσομαι,
2 ἄλλʼ ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς.
2 ἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει,
2 παρὰ τυραννίδι, χὠπόταν ὁ λάβρος στρατός,
2 χὤταν πόλιν οἱ σοφοὶ τηρέωντι. χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν,
2 ὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότʼ αὖθʼ ἑτέροις ἔδωκεν μέγα κῦδος. ἀλλʼ οὐδὲ ταῦτα νόον
2 ἰαίνει φθονερῶν· στάθμας δέ τινος ἑλκόμενοι
2 περισσᾶς ἐνέπαξαν ἕλκος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ,
2 πρὶν ὅσα φροντίδι μητίονται τυχεῖν.
2 φέρειν δʼ ἐλαφρῶς ἐπαυχένιον λαβόντα ζυγὸν
2 ἀρήγει· ποτὶ κέντρον δέ τοι
2 λακτιζέμεν τελέθει
2 ὀλισθηρὸς οἶμος· ἁδόντα δʼ εἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν.

Pythian 3 ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙῼ ΚΕΛΗΤΙ

3 ἤθελον Χείρωνά κε Φιλλυρίδαν,
3 εἰ χρεὼν τοῦθʼ ἁμετέρας ἀπὸ γλώσσας κοινὸν εὔξασθαι ἔπος,
3 ζώειν τὸν ἀποιχόμενον,
3 Οὐρανίδα γόνον εὐρυμέδοντα Κρόνου, βάσσαισί τʼ ἄρχειν Παλίου Φῆρʼ ἀγρότερον,
3 νοῦν ἔχοντʼ ἀνδρῶν φίλον· οἷος ἐὼν θρέψεν ποτὲ
3 τέκτονα νωδυνίας ἅμερον γυιαρκέος Ἀσκλήπιον,
3 ἥρωα παντοδαπᾶν ἀλκτῆρα νούσων.
3 τὸν μὲν εὐΐππου Φλεγύα θυγάτηρ
3 πρὶν τελέσσαι ματροπόλῳ σὺν Ἐλειθυίᾳ, δαμεῖσα χρυσέοις
3 τόξοισιν ὕπʼ Ἀρτέμιδος,
3 εἰς Ἀΐδα δόμον ἐν θαλάμῳ κατέβα τέχναις Ἀπόλλωνος. χόλος δʼ οὐκ ἀλίθιος

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme