Thesauros Literature lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Pythian 1 ΙΕΡΩΝΙ ΑΙΤΝΑΙῼ ΑΡΜΑΤΙ xml:lang="en"

1 χρυσέα φόρμιγξ, Ἀπόλλωνος καὶ ἰοπλοκάμων
1 σύνδικον Μοισᾶν κτέανον· τᾶς ἀκούει μὲν βάσις, ἀγλαΐας ἀρχά,
1 πείθονται δʼ ἀοιδοὶ σάμασιν,
1 ἁγησιχόρων ὁπόταν προοιμίων ἀμβολὰς τεύχῃς ἐλελιζομένα.
1 καὶ τὸν αἰχματὰν κεραυνὸν σβεννύεις
1 ἀενάου πυρός. εὕδει δʼ ἀνὰ σκάπτῳ Διὸς αἰετός, ὠκεῖαν πτέρυγʼ ἀμφοτέρωθεν χαλάξαις,
1 ἀρχὸς οἰωνῶν, κελαινῶπιν δʼ ἐπί οἱ νεφέλαν
1 ἀγκύλῳ κρατί, γλεφάρων ἁδὺ κλαΐστρον, κατέχευας· ὁ δὲ κνώσσων
1 ὑγρὸν νῶτον αἰωρεῖ, τεαῖς
1 ῥιπαῖσι κατασχόμενος. καὶ γὰρ βιατὰς Ἄρης, τραχεῖαν ἄνευθε λιπὼν
1 ἐγχέων ἀκμάν, ἰαίνει καρδίαν
1 κώματι, κῆλα δὲ καὶ δαιμόνων θέλγει φρένας, ἀμφί τε Λατοίδα σοφίᾳ βαθυκόλπων τε Μοισᾶν.
1 ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰν
1 Πιερίδων ἀΐοντα, γᾶν τε καὶ πόντον κατʼ ἀμαιμάκετον,
1 ὅς τʼ ἐν αἰνᾷ Ταρτάρῳ κεῖται, θεῶν πολέμιος,
1 Τυφὼς ἑκατοντακάρανος· τόν ποτε
1 Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον· νῦν γε μὰν
1 ταί θʼ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι
1 Σικελία τʼ αὐτοῦ πιέζει στέρνα λαχνάεντα· κίων δʼ οὐρανία συνέχει,
1 νιφόεσσʼ Αἴτνα, πάνετες χιόνος ὀξείας τιθήνα·
1 τᾶς ἐρεύγονται μὲν ἀπλάτου πυρὸς ἁγνόταται
1 ἐκ μυχῶν παγαί· ποταμοὶ δʼ ἁμέραισιν μὲν προχέοντι ῥόον καπνοῦ
1 αἴθωνʼ· ἀλλʼ ἐν ὄρφναισιν πέτρας
1 φοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖαν φέρει πόντου πλάκα σὺν πατάγῳ.
1 κεῖνο δʼ Ἁφαίστοιο κρουνοὺς ἑρπετὸν
1 δεινοτάτους ἀναπέμπει· τέρας μὲν θαυμάσιον προσιδέσθαι, θαῦμα δὲ καὶ παρεόντων ἀκοῦσαι,
1 οἷον Αἴτνας ἐν μελαμφύλλοις δέδεται κορυφαῖς
1 καὶ πέδῳ, στρωμνὰ δὲ χαράσσοισʼ ἅπαν νῶτον ποτικεκλιμένον κεντεῖ.
1 εἴη, Ζεῦ, τὶν εἴη ἁνδάνειν,
1 / 41 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme