Thesauros Literature lyric Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar
4 γλῶσσαν εὑρέτω κελαδῆτιν, Ὀρσοτριαίνα
4 ἵνʼ ἐν ἀγῶνι βαρυκτύπου
4 θάλησε Κορινθίοις σελίνοις·
4 τὸν Εὐφάνης ἐθέλων γεραιὸς προπάτωρ
4 σὸς ἄεισέν ποτε, παῖ.
4 ἄλλοισι δʼ ἅλικες ἄλλοι· τὰ δʼ αὐτὸς ἄν τις ἴδῃ,
4 ἔλπεταί τις ἕκαστος ἐξοχώτατα φάσθαι.
4 οἷον αἰνέων κε Μελησίαν ἔριδα στρέφοι,
4 ῥήματα πλέκων, ἀπάλαιστος ἐν λόγῳ ἕλκειν,
4 μαλακὰ μὲν φρονέων ἐσλοῖς,
4 τραχὺς δὲ παλιγκότοις ἔφεδρος.

Nemean 5 ΠΥΘΕΑι ΑΙΓΙΝΗΤΗι ΑΓΕΝΕΙῼ ΠΑΓΚΡΑΤΙΑΣΤΗι

5 οὐκ ἀνδριαντοποιός εἰμʼ, ὥστʼ ἐλινύσοντα ἐργάζεσθαι ἀγάλματʼ ἐπʼ αὐτᾶς βαθμίδος
5 ἑσταότʼ· ἀλλʼ ἐπὶ πάσας ὁλκάδος ἔν τʼ ἀκάτῳ, γλυκεῖʼ ἀοιδά,
5 στεῖχʼ ἀπʼ Αἰγίνας, διαγγέλλοισʼ, ὅτι
5 Λάμπωνος υἱὸς Πυθέας εὐρυσθενὴς
5 νίκη Νεμείοις παγκρατίου στέφανον,
5 οὔπω γένυσι φαίνων τέρειναν ματέρʼ οἰνάνθας ὀπώραν,
5 ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέντας καὶ ἀπὸ χρυσεᾶν Νηρηΐδων
5 Αἰακίδας ἐγέραιρεν ματρόπολίν τε, φίλαν ξένων ἄρουραν·
5 τάν ποτʼ εὔανδρόν τε καὶ ναυσικλυτὰν
5 θέσσαντο πὰρ βωμὸν πατέρος Ἑλλανίου
5 στάντες, πίτναν τʼ εἰς αἰθέρα χεῖρας ἁμᾷ
5 Ἐνδαΐδος ἀριγνῶτες υἱοὶ καὶ βία Φώκου κρέοντος,
5 ὁ τᾶς θεοῦ, ὃν Ψαμάθεια τίκτʼ ἐπὶ ῥηγμῖνι πόντου.
5 αἰδέομαι μέγα εἰπεῖν ἐν δίκᾳ τε μὴ κεκινδυνευμένον,
5 πῶς δὴ λίπον εὐκλέα νᾶσον, καὶ τίς ἄνδρας ἀλκίμους
5 δαίμων ἀπʼ Οἰνώνας ἔλασεν. στάσομαι· οὔ τοι ἅπασα κερδίων
5 φαίνοισα πρόσωπον ἀλάθειʼ ἀτρεκής·
5 καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώτατον ἀνθρώπῳ νοῆσαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme