Thesauros Literature lyric Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar
5 εἰ δʼ ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται, μακρά μοι
5 αὐτόθεν ἅλμαθʼ ὑποσκάπτοι τις· ἔχω γονάτων ἐλαφρὸν ὁρμάν·
5 καὶ πέραν πόντοιο πάλλοντʼ αἰετοί.
5 πρόφρων δὲ καὶ κείνοις ἄειδʼ ἐν Παλίῳ
5 Μοισᾶν ὁ κάλλιστος χορός, ἐν δὲ μέσαις
5 φόρμιγγʼ Ἀπόλλων ἑπτάγλωσσον χρυσέῳ πλάκτρῳ διώκων
5 ἁγεῖτο παντοίων νόμων· αἱ δὲ πρώτιστον μὲν ὕμνησαν Διὸς ἀρχόμεναι σεμνὰν Θέτιν
5 Πηλέα θʼ, ὥς τέ νιν ἁβρὰ Κρηθεῒς Ἱππολύτα δόλῳ πεδᾶσαι
5 ἤθελε ξυνᾶνα Μαγνήτων σκοπὸν
5 πείσαισʼ ἀκοίταν ποικίλοις βουλεύμασιν,
5 ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον,
5 ὡς ἆρα νυμφείας ἐπείρα κεῖνος ἐν λέκτροις Ἀκάστου
5 εὐνᾶς. τὸ δʼ ἐναντίον ἔσκεν· πολλὰ γάρ νιν παντὶ θυμῷ
5 παρφαμένα λιτάνευεν· τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι·
5 εὐθὺς δʼ ἀπανάνατο νύμφαν, ξεινίου πατρὸς χόλον
5 δείσαις· ὁ δʼ ἐφράσθη κατένευσέν τέ οἱ ὀρσινεφὴς ἐξ οὐρανοῦ
5 Ζεὺς ἀθανάτων βασιλεύς, ὥστʼ ἐν τάχει
5 ποντίαν χρυσαλακάτων τινὰ Νηρεΐδων πράξειν ἄκοιτιν,
5 γαμβρὸν Ποσειδάωνα πείσαις, ὃς Αἰγᾶθεν ποτὶ κλειτὰν θαμὰ νίσσεται Ἰσθμὸν Δωρίαν·
5 ἔνθα μιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται,
5 καὶ σθένει γυίων ἐρίζοντι θρασεῖ.
5 πότμος δὲ κρίνει συγγενὴς ἔργων περὶ
5 πάντων. τὺ δʼ Αἰγίναθε δίς, Εὐθύμενες,
5 Νίκας ἐν ἀγκώνεσσι πίτνων ποικίλων ἔψαυσας ὕμνων.
5 ἤτοι μεταΐξαντα καὶ νῦν τεὸς μάτρως ἀγάλλει κείνου ὁμόσπορον ἔθνος, Πυθέα.
5 ἁ Νεμέα μὲν ἄραρεν μείς τʼ ἐπιχώριος, ὃν φίλησʼ Ἀπόλλων·
5 ἅλικας δʼ ἐλθόντας οἴκοι τʼ ἐκράτεις
5 Νίσου τʼ ἐν εὐαγκεῖ λόφῳ. χαίρω δʼ, ὅτι
5 ἐσλοῖσι μάρναται πέρι πᾶσα πόλις.
5 ἴσθι, γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβὰν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme