Thesauros Literature lyric Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar
6 ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον ἀρετᾶς
6 ἦλθον, οἵτε πόνων ἐγεύσαντο. σὺν θεοῦ δὲ τύχᾳ
6 ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία πλεόνων
6 ταμίαν στεφάνων μυχῷ Ἑλλάδος ἁπάσας. ἔλπομαι
6 μέγα εἰπὼν σκοποῦ ἄντα τυχεῖν
6 ὥτʼ ἀπὸ τόξου ἱείς· εὔθυνʼ ἐπὶ τοῦτον, ἄγε, Μοῖσα, οὖρον ἐπέων
6 εὐκλέα. παροιχομένων γὰρ ἀνέρων
6 ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργʼ ἐκόμισαν,
6 Βασσίδαισιν ἅ τʼ οὐ σπανίζει· παλαίφατος γενεά,
6 ἴδια ναυστολέοντες ἐπικώμια, Πιερίδων ἀρόταις
6 δυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἑργμάτων
6 ἕνεκεν. καὶ γὰρ ἐν ἀγαθέᾳ
6 χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν ἀπὸ ταύτας αἷμα πάτρας
6 χρυσαλακάτου ποτὲ Καλλίας ἁδὼν
6 ἔρνεσι Λατοῦς, παρὰ Κασταλίᾳ τε Χαρίτων
6 ἑσπέριος ὁμάδῳ φλέγεν·
6 πόντου τε γέφυρʼ ἀκάμαντος ἐν ἀμφικτιόνων
6 ταυροφόνῳ τριετηρίδι Κρ εο ντίδαν
6 τίμασε Ποσειδάνιον ἂν τέμενος·
6 βοτάνα τέ νιν
6 πόθʼ ἁ λέοντος
6 νικάσαντʼ ἤρεφε δασκίοις
6 Φλιοῦντος ὑπʼ ὠγυγίοις ὄρεσιν.
6 πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοι
6 νᾶσον εὐκλέα τάνδε κοσμεῖν· ἐπεί σφιν Αἰακίδαι
6 ἔπορον ἔξοχον αἶσαν ἀρετὰς ἀποδεικνύμενοι μεγάλας·
6 πέταται δʼ ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν
6 ὄνυμʼ αὐτῶν· καὶ ἐς Αἰθίοπας
6 Μέμνονος οὐκ ἀπονοστήσαντος ἐπᾶλτο· βαρὺ δέ σφιν νεῖκος Ἀχιλεὺς
6 ἔμπεσε χαμαὶ καταβὰς ἀφʼ ἁρμάτων,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme