Thesauros Literature lyric Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar
7 ἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν· ἐχρῆν δέ τινʼ ἔνδον ἄλσει παλαιτάτῳ
7 Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι
7 θεοῦ παρʼ εὐτειχέα δόμον, ἡρωΐαις δὲ πομπαῖς
7 θεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις.
7 εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει·
7 οὐ ψεῦδις ὁ μάρτυς ἔργμασιν ἐπιστατεῖ,
7 Αἴγινα, τεῶν Διός τʼ ἐκγόνων. θρασύ μοι τόδʼ εἰπεῖν
7 φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων
7 οἴκοθεν· ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ· κόρον δʼ ἔχει
7 καὶ μέλι καὶ τὰ τέρπνʼ ἄνθεʼ Ἀφροδίσια.
7 φυᾷ δʼ ἕκαστος διαφέρομεν βιοτὰν λαχόντες,
7 ὁ μὲν τά, τὰ δʼ ἄλλοι· τυχεῖν δʼ ἕνʼ ἀδύνατον
7 εὐδαιμονίαν ἅπασαν ἀνελόμενον· οὐκ ἔχω
7 εἰπεῖν, τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον
7 ὤρεξε. Θεαρίων, τὶν δʼ ἐοικότα καιρὸν ὄλβου
7 δίδωσι, τόλμαν τε καλῶν ἀρομένῳ
7 σύνεσιν οὐκ ἀποβλάπτει φρενῶν.
7 ξεῖνός εἰμι· σκοτεινὸν ἀπέχων ψόγον,
7 ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρʼ ἄγων
7 κλέος ἐτήτυμον αἰνέσω· ποτίφορος δʼ ἀγαθοῖσι μισθὸς οὗτος.
7 ἐὼν δʼ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μʼ ἀνὴρ
7 Ἰονίας ὑπὲρ ἁλὸς οἰκέων· προξενίᾳ πέποιθʼ· ἔν τε δαμόταις
7 ὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών,
7 βίαια πάντʼ ἐκ ποδὸς ἐρύσαις, ὁ δὲ λοιπὸς εὔφρων
7 ποτὶ χρόνος ἕρποι. μαθὼν δέ τις ἀνερεῖ,
7 εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων.
7 Εὐξενίδα πάτραθε Σώγενες, ἀπομνύω
7 μὴ τέρμα προβὰς ἄκονθʼ ὥτε χαλκοπάρᾳον ὄρσαι
7 θοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτων
7 αὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme