Thesauros Literature lyric Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar
7 ἔπεσι· ταὐτὰ δὲ τρὶς τετράκι τʼ ἀμπολεῖν
7 ἀπορία τελέθει, τέκνοισιν ἅτε μαψυλάκας, Διὸς Κόρινθος.

Nemean 8 ΔΕΙΝΙΑι ΑΙΓΙΝΗΤΗι ΔΙΑΥΛΟΔΡΟΜῼ

8 ὥρα πότνια, κάρυξ Ἀφροδίτας ἀμβροσιᾶν φιλοτάτων,
8 ἅτε παρθενηΐοις παίδων τʼ ἐφίζοισα γλεφάροις,
8 τὸν μὲν ἁμέροις ἀνάγκας χερσὶ βαστάζεις, ἕτερον δʼ ἑτέραις.
8 ἀγαπατὰ δὲ καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον
8 τῶν ἀρειόνων ἐρώτων ἐπικρατεῖν δύνασθαι.
8 οἷοι καὶ Διὸς Αἰγίνας τε λέκτρον ποιμένες ἀμφεπόλησαν
8 Κυπρίας δώρων· ἔβλαστεν δʼ υἱὸς Οἰνώνας βασιλεὺς
8 χειρὶ καὶ βουλαῖς ἄριστος. πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν.
8 ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντων
8 ἤθελον κείνου γε πείθεσθʼ ἀναξίαις ἑκόντες,
8 οἵ τε κρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατόν,
8 οἵ τʼ ἀνὰ Σπάρταν Πελοπηϊάδαι.
8 ἱκέτας Αἰακοῦ σεμνῶν γονάτων πόλιός θʼ ὑπὲρ φίλας
8 ἀστῶν θʼ ὑπὲρ τῶνδʼ ἅπτομαι φέρων
8 Λυδίαν μίτραν καναχηδὰ πεποικιλμέναν,
8 Δείνιος δισσῶν σταδίων καὶ πατρὸς Μέγα Νεμεαῖον ἄγαλμα.
8 σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος·
8 ὅσπερ καὶ Κινύραν ἔβρισε πλούτῳ ποντίᾳ ἔν ποτε Κύπρῳ.
8 ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πρίν τι φάμεν.
8 πολλὰ γὰρ πολλᾷ λέλεκται· ν εα ρὰ δʼ ἐξευρόντα δόμεν βασάνῳ
8 ἐς ἔλεγχον, ἅπας κίνδυνος· ὄψον δὲ λόγοι φθονεροῖσιν·
8 ἅπτεται δʼ ἐσλῶν ἀεί, χειρόνεσσι δʼ οὐκ ἐρίζει.
8 κεῖνος καὶ Τελαμῶνος δάψεν υἱὸν φασγάνῳ ἀμφικυλίσαις.
8 ἦ τινʼ ἄγλωσσον μέν, ἦτορ δʼ ἄλκιμον, λάθα κατέχει
8 ἐν λυγρῷ νείκει· μέγιστον δʼ αἰόλῳ ψεύδει γέρας ἀντέταται.
8 κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν·
8 χρυσέων δʼ Αἴας στερηθεὶς ὅπλων φόνῳ πάλαισεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme