Thesauros Literature lyric Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar
1 τῶν τε καὶ τῶν χρήσιες.
1 οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν,
1 ἀλλʼ ἐόντων εὖ τε παθεῖν καὶ ἀκοῦσαι φίλοις ἐξαρκέων. κοιναὶ γὰρ ἔρχοντʼ ἐλπίδες
1 πολυπόνων ἀνδρῶν. ἐγὼ δʼ Ἡρακλέος ἀντέχομαι προφρόνως,
1 ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις ἀρχαῖον ὀτρύνων λόγον,
1 ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐτίκα θαητὰν ἐς αἴγλαν παῖς Διὸς
1 ὠδῖνα φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν,
1 ὡς οὐ λαθὼν χρυσόθρονον
1 Ἥραν κροκωτὸν σπάργανον ἐγκατέβα·
1 ἀλλὰ θεῶν βασιλ έα
1 σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ.
1 τοὶ μὲν οἰχθεισᾶν πυλᾶν
1 ἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθους
1 ἀμφελίξασθαι μεμαῶτες· ὁ δʼ ὀρθὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πρῶτον μάχας,
1 δισσαῖσι δοιοὺς αὐχένων
1 μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας·
1 ἀγχομένοις δὲ χρόνος
1 ψυχὰς ἀπέπνευσεν μελέων ἀφάτων.
1 ἐκ δʼ ἄρʼ ἄτλατον δέος
1 πλᾶξε γυναῖκας, ὅσαι τύχον Ἀλκμήνας ἀρήγοισαι λέχει·
1 καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισʼ ἀπὸ στρωμνᾶς, ὅμως ἄμυνεν ὕβριν κνωδάλων.
1 ταχὺ δὲ Καδμείων ἀγοὶ χαλκέοις ἀθρόοι σὺν ὅπλοις ἔδραμον·
1 ἐν χερὶ δʼ Ἀμφιτρύων κολεοῦ γυμνὸν τινάσσων φάσγανον
1 ἵκετʼ, ὀξείαις ἀνίαισι τυπείς. τὸ γὰρ οἰκεῖον πιέζει πάνθʼ ὁμῶς·
1 εὐθὺς δʼ ἀπήμων κραδία κᾶδος ἀμφʼ ἀλλότριον.
1 ἔστα δὲ θάμβει δυσφόρῳ
1 τερπνῷ τε μιχθείς. εἶδε γὰρ ἐκνόμιον
1 λῆμά τε καὶ δύναμιν
1 υἱοῦ παλίγγλωσσον δέ οἱ ἀθάνατοι
1 ἀγγέλων ῥῆσιν θέσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme