Thesauros Literature lyric Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar
9 ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸν
9 μὴ χαμαὶ σιγᾷ καλύψαι· θεσπεσία δʼ ἐπέων καύχαις ἀοιδὰ πρόσφορος.
9 ἀλλʼ ἀνὰ μὲν βρομίαν φόρμιγγʼ, ἀνὰ δʼ αὐλὸν ἐπʼ αὐτὰν ὄρσομεν
9 ἱππίων ἄθλων κορυφάν, ἅτε Φοίβῳ θῆκεν Ἄδραστος ἐπʼ Ἀσωποῦ ῥεέθροις· ὧν ἐγὼ
9 μνασθεὶς ἐπασκήσω κλυταῖς ἥρωα τιμαῖς,
9 ὃς τότε μὲν βασιλεύων κεῖθι νέαισί θʼ ἑορταῖς
9 ἰσχύος τʼ ἀνδρῶν ἁμίλλαις ἅρμασί τε γλαφυροῖς ἄμφαινε κυδαίνων πόλιν.
9 φεῦγε γὰρ Ἀμφιαρῆ ποτε θρασυμήδεα καὶ δεινὰν στάσιν
9 πατρῴων οἴκων ἀπό τʼ Ἄργεος· ἀρχοὶ δʼ οὐκ ἔτʼ ἔσαν Ταλαοῦ παῖδες, βιασθέντες λύᾳ.
9 κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ.
9 ἀνδροδάμαντʼ Ἐριφύλαν, ὅρκιον ὡς ὅτε πιστόν,
9 δόντες Οἰκλείδᾳ γυναῖκα, ξανθοκομᾶν Δαναῶν ἔσσαν μέγιστοι καί ποτε
9 ἐς λὸν ἐς ἑπταπύλους Θήβας ἄγαγον στρατὸν ἀνδρῶν αἰσιᾶν
9 οὐ κατʼ ὀρνίχων ὁδόν· οὐδὲ Κρονίων ἀστεροπὰν ἐλελίξαις οἴκοθεν μαργουμένους
9 στείχειν ἐπώτρυνʼ, ἀλλὰ φείσασθαι κελεύθου.
9 φαινομέναν δʼ ἄρʼ ἐς ἄταν σπεῦδεν ὅμιλος ἱκέσθαι
9 χαλκέοις ὅπλοισιν ἱππείοις τε σὺν ἔντεσιν· Ἰσμηνοῦ δʼ ἐπʼ ὄχθαισι γλυκὺν
9 νόστον ἐρεισάμενοι λευκανθέα σώματʼ ἐπίαναν καπνόν·
9 ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους φῶτας· ὁ δʼ Ἀμφιαρῇ σχίσσεν κεραυνῷ παμβίᾳ
9 Ζεὺς τὰν βαθύστερνον χθόνα, κρύψεν δʼ ἅμʼ ἵπποις,
9 δουρὶ Περικλυμένου πρὶν νῶτα τυπέντα μαχατὰν
9 θυμὸν αἰσχυνθῆμεν. ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν.
9 εἰ δυνατόν, Κρονίων, πεῖραν μὲν ἀγάνορα Φοινικοστόλων
9 ἐγχέων ταύταν θανάτου πέρι καὶ ζωᾶς ἀναβάλλομαι ὡς πόρσιστα, μοῖραν δʼ εὔνομον
9 αἰτέω σε παισὶν δαρὸν Αἰτναίων ὀπάζειν,
9 Ζεῦ πάτερ, ἀγλαΐαισιν δʼ ἀστυνόμοις ἐπιμῖξαι
9 λαόν. ἐντί τοι φίλιπποί τʼ αὐτόθι καὶ κτεάνων ψυχὰς ἔχοντες κρέσσονας
9 ἄνδρες. ἄπιστον ἔειπʼ· αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται,
9 ἃ φέρει δόξαν. Χρομίῳ κεν ὑπασπίζων παρὰ πεζοβόαις ἵπποις τε ναῶν τʼ ἐν μάχαις
9 ἔκρινας ἂν κίνδυνον ὀξείας ἀϋτᾶς,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme