Thesauros Literature lyric Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar
10 Ἀντία τε ξύγγονος, Ἄργει μὴ κρύπτειν φάος
10 ὀμμάτων. νικαφορίαις γὰρ ὅσαις Προίτοιο τόδʼ ἱπποτρόφον
10 ἄστυ θάλησεν Κορίνθου τʼ ἐν μυχοῖς καὶ Κλεωναίων πρὸς ἀνδρῶν τετράκις·
10 Σικυωνόθε δʼ ἀργυρωθέντες σὺν οἰνηραῖς φιάλαις ἐπέβαν,
10 ἐκ δὲ Πελλάνας ἐπιεσσάμενοι νῶτον μαλακαῖσι κρόκαις·
10 ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν
10 ἐξελέγχειν· μακροτέρας γὰρ ἀριθμῆσαι σχολᾶς·
10 ὅντε Κλείτωρ καὶ Τεγέα καὶ Ἀχαιῶν ὑψίβατοι πόλιες
10 καὶ Λύκαιον πὰρ Διὸς θῆκε δρόμῳ, σὺν ποδῶν χειρῶν τε νικᾶσαι σθένει.
10 Κάστορος δʼ ἐλθόντος ἐπὶ ξενίαν πὰρ Παμφάη
10 καὶ κασιγνήτου Πολυδεύκεος, οὐ θαῦμα σφίσιν
10 ἐγγενὲς ἔμμεν ἀεθληταῖς ἀγαθοῖσιν· ἐπεὶ
10 εὐρυχόρου ταμίαι Σπάρτας ἀγώνων
10 μοῖραν Ἑρμᾷ καὶ σὺν Ἡρακλεῖ διέποντι θάλειαν,
10 μάλα μὲν ἀνδρῶν δικαίων περικαδόμενοι. καὶ μὰν θεῶν πιστὸν γένος.
10 μεταμειβόμενοι δʼ ἐναλλὰξ ἁμέραν τὰν μὲν παρὰ πατρὶ φίλῳ
10 Δὶ νέμονται, τὰν δʼ ὑπὸ κεύθεσι γαίας ἐν γυάλοις Θεράπνας,
10 πότμον ἀμπιπλάντες ὁμοῖον· ἐπεὶ
10 τοῦτον, ἢ πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τʼ οὐρανῷ,
10 εἵλετʼ αἰῶνα φθιμένου Πολυδεύκης Κάστορος ἐν πολέμῳ.
10 τὸν γὰρ Ἴδας ἀμφὶ βουσίν πως χολωθεὶς ἔτρωσεν χαλκέας λόγχας ἀκμᾷ.
10 ἀπὸ Ταϋγέτου πεδαυγάζων ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει
10 ἡμένους. κείνου γὰρ ἐπιχθονίων πάντων γένετʼ ὀξύτατον
10 ὄμμα. λαιψηροῖς δὲ πόδεσσιν ἄφαρ
10 ἐξικέσθαν, καὶ μέγα ἔργον ἐμήσαντʼ ὠκέως,
10 καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητίδαι Διός. αὐτίκα γὰρ
10 ἦλθε Λήδας παῖς διώκων· τοὶ δʼ ἔναντα στάθεν τύμβῳ σχεδὸν πατρωΐῳ·
10 ἔνθεν ἁρπάξαντες ἄγαλμʼ Ἀΐδα, ξεστὸν πέτρον,
10 ἔμβαλον στέρνῳ Πολυδεύκεος· ἀλλʼ οὔ νιν φλάσαν,
10 οὐδʼ ἀνέχασσαν· ἐφορμαθεὶς δʼ ἄρʼ ἄκοντι θοῷ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme