Thesauros Literature lyric Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar
11 ἐν σχερῷ δʼ οὔτʼ ὦν μέλαιναι καρπὸν ἔδωκαν ἄρουραι,
11 δένδρεά τʼ οὐκ ἐθέλει πάσαις ἐτέων περόδοις
11 ἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον,
11 ἀλλʼ ἐν ἀμείβοντι. καὶ θνατὸν οὕτως ἔθνος ἄγει
11 μοῖρα. τὸ δʼ ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται
11 τέκμαρ· ἀλλʼ ἔμπαν μεγαλανορίαις ἐμβαίνομεν,
11 ἔργα τε πολλὰ μενοινῶντες· δέδεται γὰρ ἀναιδεῖ
11 ἐλπίδι γυῖα· προμαθείας δʼ ἀπόκεινται ῥοαί.
11 κερδέων δὲ χρὴ μέτρον θηρευέμεν·
11 ἀπροσίκτων δʼ ἐρώτων ὀξύτεραι μανίαι.
← Previous 26 / 26

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme