Thesauros Literature lyric Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar
1 γείτονα δʼ ἐκκάλεσεν Διὸς ὑψίστου προφάταν ἔξοχον,
1 ὀρθόμαντιν Τειρεσίαν· ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῷ, ποίαις ὁμιλήσει τύχαις,
1 ὅσσους μὲν ἐν χέρσῳ κτανών,
1 ὅσσους δὲ πόντῳ θῆρας ἀϊδροδίκας·
1 καί τινα σὺν πλαγίῳ
1 ἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατον
1 φᾶσέ νιν δώσειν μόρῳ.
1 καὶ γὰρ ὅταν θεοὶ ἐν πεδίῳ Φλέγρας Γιγάντεσσιν μάχαν
1 ἀντιάζωσιν, βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν
1 ἔνεπεν· αὐτὸν μὰν ἐν εἰράνᾳ καμάτων μεγάλων ἐν σχερῷ
1 ἁσυχίαν τὸν ἅπαντα χρόνον ποινὰν λαχόντʼ ἐξαίρετον
1 ὀλβίοις ἐν δώμασι, δεξάμενον θαλερὰν Ἥβαν ἄκοιτιν καὶ γάμον
1 δαίσαντα, πὰρ Δὶ Κρονίδᾳ σεμνὸν αἰνήσειν νόμον.

Nemean 2 ΤΙΜΟΔΗΜῼ ΑΧΑΡΝΕΙ ΠΑΓΚΡΑΤΙΑΣΤΗι

2 ὅθεν περ καὶ Ὁμηρίδαι
2 ῥαπτῶν ἐπέων τὰ πόλλʼ ἀοιδοὶ
2 ἄρχονται, Διὸς ἐκ προοιμίου· καὶ ὅδʼ ἀνὴρ
2 καταβολὰν ἱερῶν ἀγώνων νικαφορίας δέδεκται πρῶτον Νεμεαίου
2 ἐν πολυυμνήτῳ Διὸς ἄλσει.
2 ὀφείλει δʼ ἔτι, πατρίαν
2 εἴπερ καθʼ ὁδόν νιν εὐθυπομπὸς
2 αἰὼν ταῖς μεγάλαις δέδωκε κόσμον Ἀθάναις,
2 θαμὰ μὲν Ἰσθμιάδων δρέπεσθαι κάλλιστον ἄωτον, ἐν Πυθίοισί τε νικᾶν
2 Τιμονόου παῖδʼ· ἔστι δʼ ἐοικὸς
2 ὀρειᾶν γε Πελειάδων
2 μὴ τηλόθεν Ὠαρίωνα νεῖσθαι.
2 καὶ μὰν ἁ Σαλαμίς γε θρέψαι φῶτα μαχατὰν
2 δυνατός. ἐν Τρωΐᾳ μὲν Ἕκτωρ Αἴαντος ἄκουσεν· ὦ Τιμόδημε, σὲ δʼ ἀλκὰ
2 παγκρατίου τλάθυμος ἀέξει.
2 Ἀχάρναι δὲ παλαίφατοι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme