Thesauros Literature lyric Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar
2 εὐάνορες· ὅσσα δʼ ἀμφʼ ἀέθλοις,
2 Τιμοδημίδαι ἐξοχώτατοι προλέγονται.
2 παρὰ μὲν ὑψιμέδοντι Παρνασῷ τέσσαρας ἐξ ἀέθλων νίκας ἐκόμιξαν·
2 ἀλλὰ Κορινθίων ὑπὸ φωτῶν
2 ἐν ἐσλοῦ Πέλοπος πτυχαῖς
2 ὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη·
2 ἑπτὰ δʼ ἐν Νεμέᾳ τὰ δʼ οἴκοι μάσσονʼ ἀριθμοῦ
2 Διὸς ἀγῶνι. τόν, ὦ πολῖται, κωμάξατε Τιμοδήμῳ σὺν εὐκλέϊ νόστῳ·
2 ἁδυμελεῖ δʼ ἐξάρχετε φωνᾷ.

Nemean 3 ΑΡΙΣΤΟΚΛΕΙΔΗι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙΑΣΤΗι

3 ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα, λίσσομαι,
3 τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδι
3 ἵκεο Δωρίδα νᾶσον Αἴγιναν· ὕδατι γὰρ
3 μένοντʼ ἐπʼ Ἀσωπίῳ μελιγαρύων τέκτονες
3 κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι.
3 διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου·
3 ἀε θλονικία δὲ μάλιστʼ ἀοιδὰν φιλεῖ,
3 στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν·
3 τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἀμᾶς ἄπο·
3 ἄρχε δʼ οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ,
3 δόκιμον ὕμνον· ἐγὼ δὲ κείνων τέ νιν ὀάροις
3 λύρᾳ τε κοινάσομαι. χαρίεντα δʼ ἕξει πόνον
3 χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροι
3 ᾤκησαν, ὧν παλαίφατον ἀγορὰν
3 οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεὰν
3 ἐμίανε κατʼ αἶσαν ἐν περισθενεῖ μαλαχθεὶς
3 παγκρατίου στόλῳ· καματωδέων δὲ πλαγᾶν
3 ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει.
3 εἰ δʼ ἐὼν καλὸς ἔρδων τʼ ἐοικότα μορφᾷ
3 ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάν εο ς· οὐκέτι πρόσω

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme