Thesauros Literature lyric Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar
4 πόρθησε καὶ Μέροπας
4 καὶ τὸν μέγαν πολεμιστὰν ἔκπαγλον Ἀλκυονῆ,
4 οὐ τετραορίας γε πρὶν δυώδεκα πέτρῳ
4 ἥρωάς τʼ ἐπεμβεβαῶτας ἱπποδάμους ἕλεν
4 δὶς τόσους. ἀπειρομάχας ἐών κε φανείη
4 λόγον ὁ μὴ συνιείς· ἐπεὶ
4 ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.
4 τὰ μακρὰ δʼ ἐξενέπειν ἐρύκει με τεθμὸς
4 ὧραί τʼ ἐπειγόμεναι·
4 ἴϋγγι δʼ ἕλκομαι ἦτορ νουμηνίᾳ θιγέμεν.
4 ἔμπα, καίπερ ἔχει βαθεῖα ποντιὰς ἅλμα
4 μέσσον, ἀντίτεινʼ ἐπιβουλίᾳ· σφόδρα δόξομεν
4 δαΐων ὑπέρτεροι ἐν φάει καταβαίνειν·
4 φθονερὰ δʼ ἄλλος ἀνὴρ βλέπων
4 γνώμαν κενεὰν σκότῳ κυλίνδει
4 χαμαὶ πετοῖσαν· ἐμοὶ δʼ ὁποίαν ἀρετὰν
4 ἔδωκε πότμος ἄναξ,
4 εὖ οἶδʼ ὅτι χρόνος ἕρπων πεπρωμέναν τελέσει.
4 ἐξύφαινε, γλυκεῖα, καὶ τόδʼ αὐτίκα, φόρμιγξ,
4 Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος πεφιλημένον
4 Οἰνώνᾳ τε καὶ Κύπρῳ, ἔνθα Τεῦκρος ἀπάρχει
4 ὁ Τελαμωνιάδας· ἀτὰρ
4 Αἴας Σαλαμῖνʼ ἔχει πατρῴαν·
4 ἐν δʼ Εὐξείνῳ πελάγει φαεννὰν Ἀχιλεὺς
4 νᾶσον· Θέτις δὲ κρατεῖ
4 Φθίᾳ· Νεοπτόλεμος δʼ Ἀπείρῳ διαπρυσίᾳ,
4 βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται
4 Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον.
4 Παλίου δὲ πὰρ ποδὶ λατρείαν Ἰαωλκὸν
4 πολεμίᾳ χερὶ προστραπὼν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme