Thesauros Literature lyric Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar
6 οὐδʼ ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις,
6 ἅτις οὐ Πηλέος ἀΐει κλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν,
6 οὐδʼ ἅτις Αἴαντος Τελαμωνιάδα
6 καὶ πατρός· τὸν χαλκοχάρμαν ἐς πόλεμον
6 ἆγε σὺν Τιρυνθίοισι πρόφρονα σύμμαχον ἐς Τρωΐαν, ἥρωσι μόχθον,
6 Λαομεδοντίαν ὑπὲρ ἀμπλακίαν
6 ἐν ναυσὶν Ἀλκμήνας τέκος.
6 εἷλε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπων
6 ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον
6 Φλέγραισιν εὑρὼν Ἀλκυονῆ, σφετέρας δʼ οὐ φείσατο
6 χερσὶν βαρυφθόγγοιο νευρᾶς
6 Ἡρακλέης. ἀλλʼ Αἰακίδαν καλέων
6 ἐς πλόον κεῖνον κύρησε δαινυμένων.
6 τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαῖσιν ἄρξαι
6 καρτεραίχμαν Ἀμφιτρυωνιάδαν,
6 ἄνδωκε δʼ αὐτῷ φέρτατος
6 οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών,
6 ὁ δʼ ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους
6 αὔδασε τοιοῦτον ἔπος· εἴ ποτʼ ἐμάν, ὦ Ζεῦ πάτερ,
6 θυμῷ ἐθέλων ἀρὰν ἄκουσας,
6 νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις
6 λίσσομαι παῖδα θρασὺν ἐξ Ἐριβοίας
6 ἀνδρὶ τῷδε, ξεῖνον ἀμὸν μοιρίδιον τελέσαι,
6 τὸν μὲν ἄρρηκτον φυάν, ὥσπερ τόδε δέρμα με νῦν περιπλανᾶται
6 θηρός, ὃν πάμπρωτον ἄθλων κτεῖνά ποτʼ ἐν Νεμέᾳ·
6 θυμὸς δʼ ἑπέσθω. ταῦτʼ ἄρα οἱ φαμένῳ πέμψεν θεὸς
6 ἀρχὸν οἰωνῶν μέγαν αἰετόν· ἁδεῖα δʼ ἔνδον νιν ἔκνιξεν χάρις,
6 εἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ·
6 ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ Τελαμών·
6 καί νιν ὄρνιχος φανέντος κέκλεʼ ἐπώνυμον εὐρυβίαν Αἴαντα, λαῶν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme