Thesauros Literature lyric Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar
6 ἐν πόνοις ἔκπαγλον Ἐνυαλίου.
6 ὣς ἆρα εἰπὼν αὐτίκα
6 ἕζετʼ. ἐμοὶ δὲ μακρὸν πάσας ἀν αγήσασθʼ ἀρετάς·
6 Φυλακίδᾳ γὰρ ἦλθον, ὦ Μοῖσα, ταμίας
6 Πυθέᾳ τε κώμων Εὐθυμένει τε. τὸν Ἀργείων τρόπον
6 εἰρήσεταί που κἀν βραχίστοις.
6 ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου
6 τρεῖς ἀπʼ Ἰσθμοῦ, τὰς δʼ ἀπʼ εὐφύλλου Νεμέας,
6 ἀγλαοὶ παῖδές τε καὶ μάτρως· ἀνὰ δʼ ἄγαγον ἐς φάος οἵαν μοῖραν ὕμνων·
6 τὰν Ψαλυχιδᾶν δὲ πάτραν Χαρίτων
6 ἄρδοντι καλλίστᾳ δρόσῳ,
6 τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλιν
6 θεοφιλῆ ναίοισι. Λάμπων δὲ μελέταν
6 ἔργοις ὀπάζων Ἡσιόδου μάλα τιμᾷ τοῦτʼ ἔπος,
6 υἱοῖσί τε φράζων παραινεῖ,
6 ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων,
6 καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται,
6 μέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων·
6 γλῶσσα δʼ οὐκ ἔξω φρενῶν· φαίης κέ νιν ἀνδράσιν ἀθληταῖσιν ἔμμεν
6 Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντʼ ἀκόναν.
6 πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ, τὸ βαθύζωνοι κόραι
6 χρυσοπέπλου Μναμοσύνας ἀνέτειλαν παρʼ εὐτειχέσιν Κάδμου πύλαις.

ιστημιαν 7 ΣΤΡΕΨΙΑΔΗι ΘΗΒΑΙῼ ΠΑΓΚΡΑΤΙῼ

7 τίνι τῶν πάρος, ὦ μάκαιρα Θήβα,
7 καλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεὸν
7 εὔφρανας; ἦ ῥα χαλκοκρότου πάρεδρον
7 Δαμάτερος ἁνίκʼ εὐρυχαίταν
7 ἄντειλας Διόνυσον; ἢ χρυσῷ μεσονύκτιον νίφοντα δεξαμένα τὸν φέρτατον θεῶν,
7 ὁπότʼ Ἀμφιτρύωνος ἐν θυρέτροις
7 σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme