7
ἢ ὅτʼ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς;
7
ἢ ὅτʼ ἀμφʼ Ἰόλαον ἱππόμητιν;
7
ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸν
7
μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον;
7
ἢ Δωρίδʼ ἀποικίαν οὕνεκεν ὀρθῷ
7
ἔστασας ἐπὶ σφυρῷ
7
Λακεδαιμονίων, ἕλον δʼ Ἀμύκλας
7
Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις;
7
ἀλλὰ παλαιὰ γὰρ
7
εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί,
7
ὅ τι μὴ σοφίας ἄωτον ἄκρον
7
κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν.
7
κώμαζʼ ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ
7
καὶ Στρεψιάδᾳ· φέρει γὰρ Ἰσθμοῖ
7
νίκαν παγκρατίου· σθένει τʼ ἔκπαγλος ἰδεῖν τε μορφάεις· ἄγει τʼ ἀρετὰν οὐκ αἴσχιον φυᾶς.
7
φλέγεται δὲ ἰοπλόκοισι Μοίσαις,
7
μάτρωΐ θʼ ὁμωνύμῳ δέδωκε κοινὸν θάλος,
7
χάλκασπις ᾧ πότμον μὲν Ἄρης ἔμιξεν,
7
τιμὰ δʼ ἀγαθοῖσιν ἀντίκειται.
7
ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται,
7
λοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῷ,
7
ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων
7
ζώων τʼ ἀπὸ καὶ θανών.
7
τὺ δέ, Διοδότοιο παῖ, μαχατὰν
7
αἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ Ἕκτορα
7
Ἀμφιάρηόν τε,
7
εὐανθέʼ ἀπέπνευσας ἁλικίαν
7
προμάχων ἀνʼ ὅμιλον, ἔνθʼ ἄριστοι
7
ἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν.
7
ἔτλαν δὲ πένθος οὐ φατόν· ἀλλὰ νῦν μοι