Thesauros Literature lyric Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar
7 Γαιάοχος εὐδίαν ὄπασσεν
7 ἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόσαις. ὁ δʼ ἀθανάτων μὴ θρασσέτω φθόνος,
7 ὅ τι τερπνὸν ἐφάμερον διώκων
7 ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον
7 αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες·
7 δαίμων δʼ ἄϊσος· τὰ μακρὰ δʼ εἴ τις
7 παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν ἕδραν· ὅτι πτερόεις ἔρριψε Πάγασος
7 δεσπόταν ἐθέλοντʼ ἐς οὐρανοῦ σταθμοὺς
7 ἐλθεῖν μεθʼ ὁμάγυριν Βελλεροφόνταν
7 Ζηνός· τὸ δὲ πὰρ δίκαν
7 γλυκὺ πικροτάτα μένει τελευτά.
7 ἄμμι δʼ, ὦ χρυσέᾳ κόμᾳ θάλλων, πόρε, Λοξία,
7 τεαῖσιν ἁμίλλαισιν
7 εὐανθέα καὶ Πυθόϊ στέφανον.

ιστημιαν 8 ΚΛΕΑΝΔΡῼ ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ

8 Κλεάνδρῳ τις ἁλικίᾳ τε λύτρον
8 εὔδοξον, ὦ νέοι, καμάτων
8 πατρὸς ἀγλαὸν Τελεσάρχου παρὰ πρόθυρον ἰὼν ἀνεγειρέτω
8 κῶμον, Ἰσθμιάδος τε νίκας ἄποινα, καὶ Νεμέᾳ
8 ἀέθλων ὅτι κράτος ἐξεῦρε. τῷ καὶ ἐγώ, καίπερ ἀχνύμενος θυμόν, αἰτέομαι χρυσέαν καλέσαι Μοῖσαν. ἐκ μεγάλων δὲ πενθ έω ν λυθέντες
8 μήτʼ ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων,
8 μήτε κάδεα θεράπευε· παυσάμενοι δʼ ἀπρήκτων κακῶν
8 γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον·
8 ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς
8 τὸν Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός,
8 ἀτόλματον Ἑλλάδι μόχθον. ἀλλά
8 μοι δεῖμα μὲν παροιχόμενον
8 καρτερὰν ἔπαυσε μέριμναν· τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ σκοπεῖν
8 χρῆμα πᾶν. δόλιος γὰρ αἰὼν ἐπʼ ἀνδράσι κρέμαται,
8 ἑλίσσων βίου πόρον· ἰατὰ δʼ ἔστι βροτοῖς σύν γʼ ἐλευθερίᾳ καὶ τά. χρὴ δʼ ἀγαθὰν ἐλπίδʼ ἀνδρὶ μέλειν· χρὴ δʼ ἐν ἑπταπύλοισι Θήβαις τραφέντα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme