Thesauros Literature lyric Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar
8 οὐ κατέφθινε. φαντὶ γὰρ ξύνʼ ἀλέγειν
8 καὶ γάμον Θέτιος ἄνακτα. καὶ νεαρὰν ἔδειξαν σοφῶν
8 στόματʼ ἀπείροισιν ἀρετὰν Ἀχιλέος·
8 ὃ καὶ Μύσιον ἀμπελόεν
8 αἵμαξε Τηλέφου μέλανι ῥαίνων φόνῳ πεδίον,
8 γεφύρωσέ τʼ Ἀτρεΐδαισι νόστον,
8 Ἑλέναν τʼ ἐλύσατο, Τρωΐας
8 ἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε μάχας ἐναριμβρότου
8 ἔργον ἐν πεδίῳ κορύσσοντα, Μέμνονός τε βίαν
8 ὑπέρθυμον Ἕκτορά τʼ ἄλλους τʼ ἀριστέας· οἷς δῶμα Φερσεφόνας μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν, Αἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν.
8 τὸν μὲν οὐδὲ θανόντʼ ἀοιδαὶ ἔλιπον,
8 ἀλλά οἱ παρά τε πυρὰν τάφον θʼ Ἑλικώνιαι παρθένοι
8 στάν, ἐπὶ θρῆνόν τε πολύφαμον ἔχεαν.
8 ἔδοξʼ ἆρα τόδʼ ἀθανάτοις,
8 ἐσλόν γε φῶτα καὶ φθίμενον ὕμνοις θεᾶν διδόμεν.
8 τὸ καὶ νῦν φέρει λόγον, ἔσσυταί τε
8 Μοισαῖον ἅρμα Νικοκλέος
8 μνᾶμα πυγμάχου κελαδῆσαι. γεραίρετέ νιν, ὃς Ἴσθμιον ἂν νάπος
8 Δωρίων ἔλαχεν σελίνων· ἐπεὶ περικτίονας
8 ἐνίκασε δή ποτε καὶ κεῖνος ἄνδρας ἀφύκτῳ χερὶ κλονέων. τὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεὰ πατραδελφεοῦ· ἁλίκων τῷ τις ἁβρὸν
8 ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω
8 μυρσίνας στέφανον, ἐπεί νιν Ἀλκαθόου τʼ ἀγὼν σὺν τύχᾳ
8 ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν·
8 τὸν αἰνεῖν ἀγαθῷ παρέχει·
8 ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν.
← Previous 16 / 16

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme