1
πάντα δʼ ἐξειπεῖν, ὅσʼ ἀγώνιος Ἑρμᾶς
1
Ἡροδότῳ ἔπορεν
1
ἵπποις, ἀφαιρεῖται βραχὺ μέτρον ἔχων
1
ὕμνος. ἦ μὰν πολλάκι καὶ τὸ σεσωπαμένον εὐθυμίαν μείζω φέρει.
1
εἴη νιν εὐφώνων πτερύγεσσιν ἀερθέντʼ ἀγλααῖς
1
Πιερίδων ἔτι καὶ Πυθῶθεν Ὀλυμπιάδων τʼ ἐξαιρέτοις
1
Ἀλφεοῦ ἔρνεσι φράξαι χεῖρα τιμὰν ἑπταπύλοις
1
Θήβαισι τεύχοντʼ. εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον,
1
ἄλλοισι δʼ ἐμπίπτων γελᾷ, ψυχὰν Ἀΐδᾳ τελέων οὐ φράζεται δόξας ἄνευθεν.
ιστημιαν 2 ΞΕΝΟΚΡΑΤΕΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ
2
οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες, οἳ χρυσαμπύκων
2
ἐς δίφρον Μοισᾶν ἔβαινον κλυτᾷ φόρμιγγι συναντόμενοι,
2
ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους,
2
ὅστις ἐὼν καλὸς εἶχεν Ἀφροδίτας
2
εὐθρόνου μνάστειραν ἁδίσταν ὀπώραν.
2
ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής πω τότʼ ἦν οὐδʼ ἐργάτις·
2
οὐδʼ ἐπέρναντο γλυκεῖαι μελιφθόγγου ποτὶ Τερψιχόρας
2
ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί.
2
νῦν δʼ ἐφίητι τὸ τὠργείου φυλάξαι
2
ῥῆμʼ ἀλαθείας ἐτᾶς ἄγχιστα βαῖνον,
2
χρήματα, χρήματʼ ἀνήρ, ὃς φᾶ κτεάνων θʼ ἅμα λειφθεὶς καὶ φίλων.
2
ἐσσὶ γὰρ ὦν σοφός, οὐκ ἄγνωτʼ ἀείδω
2
Ἰσθμίαν ἵπποισι νίκαν,
2
τὰν Ξενοκράτει Ποσειδάων ὀπάσαις,
2
Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ
2
πέμπεν ἀναδεῖσθαι σελίνων,
2
εὐάρματον ἄνδρα γεραίρων, Ἀκραγαντίνων φάος.
2
ἐν Κρίσᾳ δʼ εὐρυσθενὴς εἶδʼ Ἀπόλλων νιν πόρε τʼ ἀγλαΐαν
2
καὶ τόθι· κλειναῖς δʼ Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρὼς
2
ταῖς λιπαραῖς ἐν Ἀθάναις, οὐκ ἐμέμφθη