Thesauros Literature lyric Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar
3 ἢ σθένει πλούτου κατέχει φρασὶν αἰανῆ κόρον,
3 ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι.
3 Ζεῦ, μεγάλαι δʼ ἀρεταὶ θνατοῖς ἕπονται
3 ἐκ σέθεν· ζώει δὲ μάσσων ὄλβος ὀπιζομένων, πλαγίαις δὲ φρένεσσιν
3 οὐχ ὁμῶς πάντα χρόνον θάλλων ὁμιλεῖ.
3 εὐκλέων δʼ ἔργων ἄποινα χρὴ μὲν ὑμνῆσαι τὸν ἐσλόν,
3 χρὴ δὲ κωμάζοντʼ ἀγαναῖς χαρίτεσσιν βαστάσαι.
3 ἔστι δὲ καὶ διδύμων ἀέ θλων Μελίσσῳ
3 μοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν
3 ἦτορ, ἐν βάσσαισιν Ἰσθμοῦ δεξαμένῳ στεφάνους, τὰ δὲ κοίλᾳ λέοντος
3 ἐν βαθυστέρνου νάπᾳ κάρυξε Θήβαν
3 ἱπποδρομίᾳ κρατέων. ἀνδρῶν δʼ ἀρετὰν
3 σύμφυτον οὐ κατελέγχει.
3 ἴστε μὰν Κλεωνύμου
3 δόξαν παλαιὰν ἅρμασιν·
3 καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι πλούτου διέστειχον τετραοριᾶν πόνοις.
3 αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλʼ ἄλλοτʼ ἐξάλλαξεν· ἄτρωτοί γε μὰν παῖδες θεῶν.

ιστημιαν 4 ΜΕΛΙΣΣῼ ΘΗΒΑΙῼ ΠΑΓΚΡΑΤΙῼ

4 ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος·
4 ὦ Μέλισσʼ, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις
4 ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν·
4 αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεὶ
4 σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος. ἄλλοτε δʼ ἀλλοῖος οὖρος
4 πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει.
4 τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται
4 πρόξενοί τʼ ἀμφικτιόνων κελαδεννᾶς τʼ ὀρφανοὶ
4 ὕβριος· ὅσσα δʼ ἐπʼ ἀνθρώπους ἄηται
4 μαρτύρια φθιμένων ζωῶν τε φωτῶν
4 ἀπλέτου δόξας, ἐπέψαυσαν κατὰ πᾶν τέλος· ἀνορέαις δʼ ἐσχάταισιν
4 οἴκοθεν στάλαισιν ἅπτονθʼ Ἡρακλείαις·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme