4
εἴ τις εὖ εἴπῃ τι· καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν
4
ἑργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί.
4
προφρόνων Μοισᾶν τύχοιμεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων
4
καὶ Μελίσσῳ, παγκρατίου στεφάνωμʼ ἐπάξιον,
4
ἔρνεϊ Τελεσιάδα. τόλμᾳ γὰρ εἰκὼς
4
θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων
4
ἐν πόνῳ, μῆτιν δʼ ἀλώπηξ, αἰετοῦ ἅ τʼ ἀναπιτναμένα ῥόμβον ἴσχει.
4
χρὴ δὲ πᾶν ἔρδοντα μαυρῶσαι τὸν ἐχθρόν.
4
οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν·
4
ἀλλʼ ὀνοτὸς μὲν ἰδέσθαι,
4
συμπεσεῖν δʼ ἀκμᾷ βαρύς.
4
καίτοι πότʼ Ἀνταίου δόμους
4
Θηβᾶν ἀπὸ Καδμεϊᾶν μορφὰν βραχύς, ψυχὰν δʼ ἄκαμπτος, προσπαλαίσων ἦλθʼ ἀνὴρ
4
τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι,
4
υἱὸς Ἀλκμήνας· ὃς Οὐλυμπόνδʼ ἔβα, γαίας τε πάσας
4
καὶ βαθύκρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ,
4
ναυτιλίαισί τε πορθμὸν ἁμερώσαις.
4
νῦν δὲ παρʼ Αἰγιόχῳ κάλλιστον ὄλβον
4
ἀμφέπων ναίει, τετίματαί τε πρὸς ἀθανάτων φίλος, Ἥβαν τʼ ὀπυίει,
4
χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς Ἥρας.
4
τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν δαῖτα πορσύνοντες ἀστοὶ
4
καὶ νεόδματα στεφανώματα βωμῶν αὔξομεν
4
ἔμπυρα χαλκοαρᾶν ὀκτὼ θανόντων,
4
τοὺς Μεγάρα τέκε οἱ Κρειοντὶς υἱούς·
4
τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζει
4
αἰθέρα κνις άε ντι λακτίζοισα καπνῷ,
4
καὶ δεύτερον ἆμαρ ἐτείων τέρμʼ ἀέθλων
4
γίνεται, ἰσχύος ἔργον.
4
ἔνθα λευκωθεὶς κάρα
4
μύρτοις ὅδʼ ἀνὴρ διπλόαν